α′. Πυθαγόρας Ἀναξιμένει. Καὶ σύ, ὦ λῷστε, εἰ μηδὲν ἀμείνων ἦς Πυθαγόρεω γενεήν τε καὶ κλέος, μεταναστὰς ἂν οἴχεο ἐκ Μιλήτου· νῦν δὲ κατερύκει σε ἡ πατρόθεν εὔκλεια, καὶ ἐμὲ δὲ ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα. εἰ δὲ ὑμεῖς οἱ ὀνήιστοι τὰς πόλιας ἐκλείψετε, ἀπὸ μὲν αὐτέων ὁ κόσμος αἱρεθήσεται, ἐπικινδυνότερα δ’ αὐτῇσι τὰ ἐκ Μήδων. οὔτε δὲ αἰεὶ καλὸν αἰθερολογεῖν, μελεδωνόν τε εἶναι τῇ πατρίδι κάλλιον. καὶ ἐγὼ δὲ οὐ πάντα περὶ τοὺς ἐμεωυτοῦ μύθους, ἀλλὰ καὶ ἐν πολέμοις, οὓς διαφέρουσι εἰς ἀλλήλους Ἰταλιῶται. β′. Πυθαγόρας Ἱέρωνι. Ἀσφαλὴς ὁ ἐμὸς βίος καὶ ἡσύχιος, ὁ δὲ σὸς κατ’ οὐδὲν ἐμοὶ προσπελάζει. μέτριος ἀνὴρ καὶ λιποδεὴς Σικελικῆς τραπέζης οὐδὲν προσδεῖται. πάντ’ ἔχει Πυθαγόρας ἱκανὰ τὰ καθ’ ἡμέραν, οἷ ἂν ἔλθῃ· θεραπεία δὲ δυνάστου βαρὺ καὶ ἐπαχθὲς τῷ μὴ εἰθισμένῳ. μέγα καὶ ἀσφαλὲς αὐτάρκεια· οὔτε γὰρ ἔχει τὸν φθονήσοντα οὔτε τὸν ἐπιβουλεύσοντα. διὸ καὶ δοκεῖ εἶναι ἐγγυτάτω θεοῦ ἡ διαγωγή. διάθεσις ἀγαθὴ οὐ γεννᾶται ὑπὸ ἀφροδισίων οὐδὲ ὑπὸ ἐδεσμάτων, ἀλλ’ ὑπὸ ἐνδείας ἀγούσης πρὸς ἀνδρὸς ἀρετήν· ἡδοναὶ δὲ ποικίλαι καὶ ἀκρατεῖς δουλοῦνται ψυχὰς ἀσθενῶν ἀνθρώπων, πολὺ δὲ μάλιστα ὧν σὺ ἀπολαύεις. διὸ καὶ ἐπιδοὺς σεαυτὸν εἰς τὰ τοιαῦτα αἰωρῇ καὶ οὐ δύνασαι σώζεσθαι· λόγος γὰρ ὁ παρὰ σοῦ οὐκ ἐναντιοῦται τοῖς ἀσυμφόροις. μὴ οὖν κάλει Πυθαγόραν συμβιώσοντά σοι· οὐδὲ γὰρ ἰατροὶ αἱροῦνται τοῖς νοσοῦσι συγκάμνειν.