Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε, εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτὲ Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε τί βούλει.