<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="letter" n="1"><div type="textpart" subtype="section" n="8"><p>εἰ τοίνυν καὶ εὐκτὰ ταῦτα καὶ αἱρετά, πῶς οὐ καὶ τὸ φιλοσοφεῖν θείη ἄν τις καὶ
              εὐκτὸν καὶ αἱρετόν, <pb facs="cmusoniirufirel00hensgoog_0184"/> δι᾽ οὗ μόνου
              περιγίνεται ταῦτα; φιλοσοφεῖ μὲν γὰρ ὁ τῆς ἐκκαθάρσεως τοῦ λόγου ἐπιμελούμενος καὶ
              ἐπιτηδεύων λόγον ὀρθόν, ὁ δ᾽ ἐπιμελούμενος λόγου ἑαυτοῦ τε ἅμα ἐπιμελεῖται καὶ
              πατρίδος καὶ πατρὸς καὶ ἀδελφῶν καὶ φίλων καὶ συλλαβόντι εἰπεῖν πάντων. θεωροὺς γὰρ ἡ
              φύσις κόσμου καὶ τῶν ἐν αὐτῷ κατασκευάσασα, διὰ τοῦ μεταδοῦναι ἡμῖν λόγου, κοινοῦ
              μὲν ὄντος πρὸς τούτους, ἰδίου δὲ παρὰ τὰ ἄλλα ζῷα, ἀξιοῖ ἡμᾶς τοὺς μὲν θεοὺς καθάπερ
              τινὰς ἀρίστους καὶ πρώτους ἡγεμόνας καὶ κοινούς εὐεργέτας τε ἡμῶν καὶ γονεῖς ζηλοῦν τε
              καὶ ἀμείβεσθαι διὰ τῆς πρὸς αὐτοὺς εὐπειθείας, ἀνθρώπων δὲ καὶ κατὰ τὸ κοινὸν καὶ
              κατὰ τὰς ἰδιαίτερον γινομένας ἐπιπλοκὰς καὶ κηδεμονικῶς καὶ εὐποιητικῶς προΐστασθαι.
            </p></div></div></div></body></text></TEI>