<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="letter" n="1"><div type="textpart" subtype="section" n="7"><p>ἀλλὰ ταῦτα μὲν εὐκτά, οὐκ ἐπίσης δ᾽ εὐκτὸν τό τε ἄρχειν αὐτοὺς καὶ δικάζειν
              δύνασθαι κατὰ νόμους καὶ τὸ δίκαιον, καὶ τὸ συμφωνοῦντας ἑαυτοῖς τε καὶ ἀλλήλοις καὶ
              ἐν οἷς πράττουσι καὶ ἐν οἷς λέγουσι τὸν μὲν βίον ἔχειν ἀεὶ προαιρησόμενον τοὺς λόγους,
              τὸν δὲ λόγον νῷ καὶ τῷ φρονεῖν τὰ ἄριστα βεβαιούμενον καὶ εἰς προφορὰν ὅταν ᾖ
              καιρὸς ἐντεινόμενον, καὶ τόνδ᾽ ἡγεῖσθαι, ἐπειδὰν ὑπερμαχεῖν μέλλωσιν ἱερῶν, πατρίδος,
              γονέων, φίλων, ἀληθείας, νόμων, καὶ συλλαβόντι εἰπεῖν τῶν ἀδικουμένων; οὔτε γὰρ σὲ
              οὔτε ἕτερόν τινα οἴομαι, εἴπερ εὖ φρονοίη, ὡς πολιτικὸν δοκιμάζειν λόγον τὸν μὴ εἰς
              ταῦτα ἀλλ᾽ εἰς τἀναντία ἐντεινόμενον. </p></div></div></div></body></text></TEI>