<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="letter" n="1"><div type="textpart" subtype="section" n="6"><p>τί δ᾽ οὐκ ἂν ὑπομείνειας, ὥστε πεισθῆναι περὶ αὐτῶν, ὅτι τὸν αὐτὸν μὲν
              οἰκήσουσι διὰ βίου οἶκον, ἑαυτοὺς δὲ καὶ τὰ ἑαυτῶν ἐν κοινῷ θέμενοι διατελέσουσιν
              ὁμονοοῦντες, ὡς καὶ σπουδαῖς καὶ ἀνέσεσι ταῖς αὐταῖς χρῆσθαι; ἢ ταῦτα μὲν ἐθέλῃ <pb facs="cmusoniirufirel00hensgoog_0183"/>σειας ἂν αὐτοῖς ὑπάρξαι, θανάτου δὲ καὶ πόνου
              καὶ δόξης οὐκ ἂν βούλοιο αὐτοὺς ὑπεράνω εἶναι, οἷς ὁ πολὺς καταδεδουλωμένος, ὅποι ἂν
              ἀπίῃ, τῷ δι᾽ αὐτῶν κατισχύοντι ὥσπερ τι ἄτιμον ἀνδράποδον ἄγεταί τε καὶ φέρεται, τὸ δὲ
              τῇ φύσει μὲν πολὺ ῥᾳδιώτερον τῶν προτέρων, ἐν δὲ τοῖς καθ᾽ ἡμᾶς χρόνοις ὑπὸ τῆς ἐπὶ
              τοσαῦτα κατεχούσης διαστροφῆς γεγονὸς δυσχερέστερον οὐκ ἂν εὔξαιο αὐτοῖς ὑπάρξαι, ὥστε
              μὴ ἀργυρίῳ αὐτοὺς πάντα μετρεῖν καὶ αὐτοὺς μᾶλλον καὶ γονεῖς καὶ τέκνα ἢ χρήματα
              προΐεσθαι, ἀλλὰ κτήσεως μὲν ἀντιποιεῖσθαι ἐφ᾽ ὅσον ἀναγκαῖον διὰ τὰς εἰς αὐτοὺς καὶ
              τοὺς οἰκείους αὐτῶν χρείας, θησαυρισμοῦ δὲ καὶ τοῦ πλείονος παρὰ τὸ ἀρκοῦν
              ὑπερφρονεῖν, ὑφ᾽ ὧν ἰδίᾳ τε καὶ κοινῇ εἰς κακὰ ἐπάλληλα καὶ ἀνήκεστα ἄνθρωποι
              ἐκτρέπονται; </p></div></div></div></body></text></TEI>