τί δ᾽ οὐκ ἂν ὑπομείνειας, ὥστε πεισθῆναι περὶ αὐτῶν, ὅτι τὸν αὐτὸν μὲν οἰκήσουσι διὰ βίου οἶκον, ἑαυτοὺς δὲ καὶ τὰ ἑαυτῶν ἐν κοινῷ θέμενοι διατελέσουσιν ὁμονοοῦντες, ὡς καὶ σπουδαῖς καὶ ἀνέσεσι ταῖς αὐταῖς χρῆσθαι; ἢ ταῦτα μὲν ἐθέλῃ σειας ἂν αὐτοῖς ὑπάρξαι, θανάτου δὲ καὶ πόνου καὶ δόξης οὐκ ἂν βούλοιο αὐτοὺς ὑπεράνω εἶναι, οἷς ὁ πολὺς καταδεδουλωμένος, ὅποι ἂν ἀπίῃ, τῷ δι᾽ αὐτῶν κατισχύοντι ὥσπερ τι ἄτιμον ἀνδράποδον ἄγεταί τε καὶ φέρεται, τὸ δὲ τῇ φύσει μὲν πολὺ ῥᾳδιώτερον τῶν προτέρων, ἐν δὲ τοῖς καθ᾽ ἡμᾶς χρόνοις ὑπὸ τῆς ἐπὶ τοσαῦτα κατεχούσης διαστροφῆς γεγονὸς δυσχερέστερον οὐκ ἂν εὔξαιο αὐτοῖς ὑπάρξαι, ὥστε μὴ ἀργυρίῳ αὐτοὺς πάντα μετρεῖν καὶ αὐτοὺς μᾶλλον καὶ γονεῖς καὶ τέκνα ἢ χρήματα προΐεσθαι, ἀλλὰ κτήσεως μὲν ἀντιποιεῖσθαι ἐφ᾽ ὅσον ἀναγκαῖον διὰ τὰς εἰς αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν χρείας, θησαυρισμοῦ δὲ καὶ τοῦ πλείονος παρὰ τὸ ἀρκοῦν ὑπερφρονεῖν, ὑφ᾽ ὧν ἰδίᾳ τε καὶ κοινῇ εἰς κακὰ ἐπάλληλα καὶ ἀνήκεστα ἄνθρωποι ἐκτρέπονται; ἀλλὰ ταῦτα μὲν εὐκτά, οὐκ ἐπίσης δ᾽ εὐκτὸν τό τε ἄρχειν αὐτοὺς καὶ δικάζειν δύνασθαι κατὰ νόμους καὶ τὸ δίκαιον, καὶ τὸ συμφωνοῦντας ἑαυτοῖς τε καὶ ἀλλήλοις καὶ ἐν οἷς πράττουσι καὶ ἐν οἷς λέγουσι τὸν μὲν βίον ἔχειν ἀεὶ προαιρησόμενον τοὺς λόγους, τὸν δὲ λόγον νῷ καὶ τῷ φρονεῖν τὰ ἄριστα βεβαιούμενον καὶ εἰς προφορὰν ὅταν ᾖ καιρὸς ἐντεινόμενον, καὶ τόνδ᾽ ἡγεῖσθαι, ἐπειδὰν ὑπερμαχεῖν μέλλωσιν ἱερῶν, πατρίδος, γονέων, φίλων, ἀληθείας, νόμων, καὶ συλλαβόντι εἰπεῖν τῶν ἀδικουμένων; οὔτε γὰρ σὲ οὔτε ἕτερόν τινα οἴομαι, εἴπερ εὖ φρονοίη, ὡς πολιτικὸν δοκιμάζειν λόγον τὸν μὴ εἰς ταῦτα ἀλλ᾽ εἰς τἀναντία ἐντεινόμενον. εἰ τοίνυν καὶ εὐκτὰ ταῦτα καὶ αἱρετά, πῶς οὐ καὶ τὸ φιλοσοφεῖν θείη ἄν τις καὶ εὐκτὸν καὶ αἱρετόν, δι᾽ οὗ μόνου περιγίνεται ταῦτα; φιλοσοφεῖ μὲν γὰρ ὁ τῆς ἐκκαθάρσεως τοῦ λόγου ἐπιμελούμενος καὶ ἐπιτηδεύων λόγον ὀρθόν, ὁ δ᾽ ἐπιμελούμενος λόγου ἑαυτοῦ τε ἅμα ἐπιμελεῖται καὶ πατρίδος καὶ πατρὸς καὶ ἀδελφῶν καὶ φίλων καὶ συλλαβόντι εἰπεῖν πάντων. θεωροὺς γὰρ ἡ φύσις κόσμου καὶ τῶν ἐν αὐτῷ κατασκευάσασα, διὰ τοῦ μεταδοῦναι ἡμῖν λόγου, κοινοῦ μὲν ὄντος πρὸς τούτους, ἰδίου δὲ παρὰ τὰ ἄλλα ζῷα, ἀξιοῖ ἡμᾶς τοὺς μὲν θεοὺς καθάπερ τινὰς ἀρίστους καὶ πρώτους ἡγεμόνας καὶ κοινούς εὐεργέτας τε ἡμῶν καὶ γονεῖς ζηλοῦν τε καὶ ἀμείβεσθαι διὰ τῆς πρὸς αὐτοὺς εὐπειθείας, ἀνθρώπων δὲ καὶ κατὰ τὸ κοινὸν καὶ κατὰ τὰς ἰδιαίτερον γινομένας ἐπιπλοκὰς καὶ κηδεμονικῶς καὶ εὐποιητικῶς προΐστασθαι. ἐπειδὰν δὲ νόμῳ καὶ δίκῃ συγκεράσωμεν τὰ ἀνθρώπινα καὶ τὰ θεῖα, φησὶν ἄκρως μὲν κατὰ φύσιν ἡμᾶς διατεθήσεσθαι ἄτε τελείους γεγονότας καὶ ἐπὶ τὰ ἀνωτάτω προελθόντας, νόμον καὶ δίκην, οἷς καὶ τὰ θεῖα οἰακίζεταί τε καὶ μακάρια γίνεται, τοιούτους δ᾽ ὄντας διὰ τὴν τοῦ λόγου καὶ τοῦ κατ᾽ αὐτὸν σχηματιζομένου ἤθους ὀρθότητα καὶ βιώσεσθαι εὐδαιμόνως καὶ καταστρέψειν τὸν βίον εὐδαιμόνως, ὥσπερ τι δρᾶμα εὐ συντεταγμένον ἀπ᾽ ἀρχῆς μέχρι τέλους ἀστείως ὑποκριναμένους καὶ ἀπαρτίσαντας. θαρρῶν οὖν, ὦ Παγκρατίδη, μὴ ἐπίτρεπε μόνον ἀλλὰ καὶ παρακάλει τοὺς παῖδας φιλοσοφεῖν, καὶ συναγωνιστὴν παρέχων σεαυτὸν διέγειρε αὐτούς, καὶ πασῶν ἁρμοδιωτάτην παρρησίαν παρασκεύαζε. ἐξέσται γάρ σοι τοιαῦτα προελομένῳ καὶ πρὸς τοὺς ἐξ αἵματος ὑμῖν δικαίους ὄντας λέγειν, ὅτι οὐ τέκνα μόνον εἰς τὸ γένος ἀλλὰ καὶ τοιάδε τέκνα εἰσήγαγες, καὶ πρὸς τὴν πατρίδα, ὅτι οὐχ οἵους ἔτυχε μόνον ἀνθρώπους αὐτῇ ἀλλὰ καὶ οἵους δεῖ πολίτας παρέστησας.