<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="letter" n="1"><div type="textpart" subtype="section" n="5"><p>οὐκ ἂν δὲ ἐθελήσειας αὐτοὺς ἐπεσκεμμένους τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πρὸς μὲν
              θεοὺς εὐσεβείᾳ καὶ ὁσιότητι κοσμεῖσθαι, πρὸς ἀνθρώπους δὲ δικαιοσύνῃ καὶ ὁσιότητι, καὶ
              πατρίδα μὲν γονέων προτιμᾶν, καὶ αὐτῶν τοῦτο βουλησομένων τῶν γονέων εἴπερ σωφρονοῖεν,
              γονεῖς δὲ τῶν οἰκείων καὶ συγγενῶν, αὐτῶν δὲ τῶν γονέων τῷ πατρὶ τὸ πρεσβεῖον
              ἀπονέμοντας, τὸ μὲν αἰτεῖν ἢ μέμφεσθαι θάτερον αὐτῶν ἀσεβὲς ἡγεῖσθαι, τὸ δ᾽ ἀμείβεσθαι
              ὑπὲρ τῶν προηγησαμένων εὐχαρίστῳ καὶ μνημονευούσῃ διαθέσει ἀναγκαῖον, ὡς ἂν μόνως
              οὕτως ἐκτίνειν δυναμένους παλαιὰς χάριτας ἐπὶ νέαις δανεισθείσας, ἑτοίμως δ᾽ ἔχοντας
              ὑπερμαχεῖν αὐτῶν καὶ δι᾽ αὐτοὺς εἰ δεήσειεν ἀποθνῄσκειν, ὁπότε δὲ χαλεπήνειαν, μὴ
              ῥήματα μόνον, ἀλλὰ καὶ πληγὰς καὶ τραύματα ἀπ᾽ ὀργῆς οὐ διαθέσεως φερόμενα πρᾴως
              ἐκδέχεσθαι, οὐχ ὑπὲρ ἑαυτῶν τότε, ἀλλ᾽ ὑπὲρ τῶν γονέων εὐλαβῶς ἔχοντας, μὴ ἐκ τοῦ
              διατιθέναι αὐτοί τι κακὸν πάθωσι; </p></div></div></div></body></text></TEI>