ἀρετῆς δὲ καὶ εὐσχημοσύνης βίου ἀντιποιούμενος οὐκ ἂν ἐθελήσειας ὁρᾶν τοὺς σεαυτοῦ παῖδας εὐτάκτους μὲν ἐν ἐδωδαῖς καὶ πόσεσι, κρατοῦντας δὲ τῶν ὑπὸ γαστέρα, ὡς πρὸς σπορὰν μόνον τέκνων, ὅταν εὔκαιρον ᾖ, τοῖς γεννητικοῖς μέρεσι χρῆσθαι, καὶ ὀλίγῳ μὲν ὕπνῳ πρὸς ἀνάπαυσιν ἀρκουμένους, ἐσθῆτι δὲ ἀπράγμονι καὶ μὴ ἐψευσμένῃ, ἀλλὰ καθαρᾷ καὶ πρὸς τὸ ἐκ τῆς φύσεως εἰς τὸ σκέπειν ἀπαιτούμενον ἡρμοσμένῃ ἠμφιεσμένους, βλέμμα δ᾽ εἶναι καὶ βάδισμα αὐτῶν αἰδοῖ καὶ φρονήσει κεχαρακτηρισμένον, ὡς μὴ ἄν τινα θαρσῆσαι ἐπ᾽ αὐτῶν ἢ ποιῆσαί τι ἢ εἰπεῖν ἄκοσμον, ἐν ἑτοίμῳ δ᾽ εἶναι αὐτοῖς ὁπότε βουληθεῖεν καὶ δεήσειεν ὅλῳ τε τῷ σώματι καὶ παντὶ μέρει αὐτοῦ εἰς ὃ πέφυκε χρῆσθαι;