<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="letter" n="1"><div type="textpart" subtype="section" n="3"><p>ἰσχὺν δὲ αὗται καὶ εὐστάθειαν προσλαβοῦσαι ὡς χρὴ ἡμᾶς ἐν ἅπασι τοῖς κατὰ τὸν
              βίον ὁδηγοῦσιν, ὥστε καὶ ὁρᾶν ἀεὶ τὰ ἐπιβάλλονθ᾽ ἡμῖν καὶ σύμφωνα οἷς ἐδοκιμάσαμεν
              πράττειν. τοιαῦτα οὐκ ἐπαγγελλομένης μόνον ἀλλὰ καὶ παρεχούσης τῆς κατὰ τὴν ψυχὴν
              ἰατρείας τίνα ἄν τις δικαιότερον ἐπὶ τὸ βοηθεῖν τοῖς σοῖς παισὶν ἢ σὲ καλέσειεν; ἢ οὐκ
              εὐδαιμονεῖν μὲν αὐτοὺς προαιρῇ πατὴρ ὤν, ἑτοίμως δ᾽ ἔχεις πᾶν ὁτιοῦν ὑποστῆναι, ἵνα
              αὐτοὺς ὁρᾷς ἐν ἀγαθοῖς ὄντας; ἢ οὐκ ἐπὶ ταῦτα καὶ ἐγέννησας αὐτοὺς καὶ ἀνεθρέψω; οὐ
              τοιαῦτα δὲ διηνεκῶς σὺ περὶ αὐτῶν εὔχῃ τοῖς θεοῖς; </p></div></div></div></body></text></TEI>