ἰσχὺν δὲ αὗται καὶ εὐστάθειαν προσλαβοῦσαι ὡς χρὴ ἡμᾶς ἐν ἅπασι τοῖς κατὰ τὸν βίον ὁδηγοῦσιν, ὥστε καὶ ὁρᾶν ἀεὶ τὰ ἐπιβάλλονθ᾽ ἡμῖν καὶ σύμφωνα οἷς ἐδοκιμάσαμεν πράττειν. τοιαῦτα οὐκ ἐπαγγελλομένης μόνον ἀλλὰ καὶ παρεχούσης τῆς κατὰ τὴν ψυχὴν ἰατρείας τίνα ἄν τις δικαιότερον ἐπὶ τὸ βοηθεῖν τοῖς σοῖς παισὶν ἢ σὲ καλέσειεν; ἢ οὐκ εὐδαιμονεῖν μὲν αὐτοὺς προαιρῇ πατὴρ ὤν, ἑτοίμως δ᾽ ἔχεις πᾶν ὁτιοῦν ὑποστῆναι, ἵνα αὐτοὺς ὁρᾷς ἐν ἀγαθοῖς ὄντας; ἢ οὐκ ἐπὶ ταῦτα καὶ ἐγέννησας αὐτοὺς καὶ ἀνεθρέψω; οὐ τοιαῦτα δὲ διηνεκῶς σὺ περὶ αὐτῶν εὔχῃ τοῖς θεοῖς;