εἰ δὲ θαρρήσετε κοινῇ καὶ πρὸς τὴν ἑαυτῶν τε καὶ ἀλλήλων θεραπείαν ὡς ἄξιόν ἐστι διαναστήσετε τὰς ψυχάς, εὐθὺς μὲν ἐν τῇ ἀγωνοθεσίᾳ τοῦ θεοῦ συμφιλοσοφήσετε ἀλλήλοις, οὐ μόνον τὰ νομιζόμενα παρασκευάζοντες αὐτῇ, ἅπερ ἐκ βαλαντίου ψιλοῦ γίνεται, ἀλλὰ καί, οὖ ἕνεκεν νενόμισται, ἀκολουθοῦντες τῇ ἱερᾷ καὶ ἀρχαίᾳ παραδόσει, ὅπερ ἐκ μόνης τῆς εὐσεβοῦς καὶ φιλοσόφου περιγίνεται διαθέσεως, καὶ ἀπὸ τῆς ἐν τῷ ἀγῶνι εὐταξίας ἐπὶ τὸν κοινὸν ὑμῖν τε καὶ πᾶσιν ἡμῖν ἀγῶνα τραπήσεσθε, οὐδὲν μὲν τῶν κατὰ φύσιν ἀφαιρησόμενον, μόνα δὲ τὰ λύπης καὶ θορύβου αἴτια ἡμῶν περισπάσοντα. ἐν ᾧ ἀγῶνι ἡττηθῆναι μὲν ἀνάγκη τὸν ἀπαράσκευον, ἡττηθέντα δὲ ἐκπεσεῖν χρὴ εἰς δουλείαν καὶ κακοδαιμονίαν, ἣν οὐδ᾽ ἐξομόσασθαί τινι ἡμῶν συγκεχώρηται. κρατούμεθα γὰρ ἐν αὐτῇ ὑπό τε τῶν ἀιδίων καὶ τῶν τῆς φύσεως καὶ ὑπὸ τῶν θέσει νόμων, εὐτακτεῖν ἑκάστῳ καὶ ζῆν δικαίως ἅμα καὶ ὁσίως προστασσόντων. ταῦτα οἶμαί σε ὡς παρὰ πατρὸς παίδων πατέρα προσδεξάμενον αὐτόν τε ἄμεινον ἕξειν καὶ τοῖς υἱοῖς εἰς τὰ ἄριστα συλλήψεσθαι. ἀσπάζομαί σε καὶ διὰ τἄλλα καὶ διὰ τὴν εἰς ἡμᾶς εὔνοιαν. ἴσθι ὑπ᾽ ἐμοῦ στεργόμενος. τοιούτων δὲ καὶ ἑτέρων φιλοσοφοῦντες εὐπορήσετε Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε, εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτὲ Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε τί βούλει. Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. Ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος· ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτὸν λύει. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Σωκράτης ὁ Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς τὸ δικαστήριον, ἀπέθανε δέ.