Παγκρατίδῃ. Καὶ ἐκ τῶν ἀπαγγελλομένων ἡμῖν περὶ σοῦ καὶ ἐξ ὧν αὐτὸς ἀπέστειλας τοῖς υἱοῖς σου τεκμαιρόμενος μὴ τὰ αὐτὰ τοῖς λαώδεσιν, ἀλλ᾽ ἅπερ οἰκεῖόν ἐστι σὲ φρονεῖν περὶ φιλοσοφίας, προεθυμήθην κατὰ μὲν τὸ παρὸν συνησθῆναί σοι ἐπ᾽ αὐτοῖς, εἰς δὲ τὸ ἐπιὸν συνεύξασθαι, μὴ ἐφ᾽ ἕτερόν τι αὐτοὺς ἀποκλῖναι, τηροῦντας δὲ ἢν ἔχουσι νῦν πρόθεσιν ἄχρι τέλους φιλοσοφῆσαι, ἴν᾽ αὐτοί τε εὖ ἀπαλλάττωσι καὶ σὲ ἀνθ᾽ ὧν ἐκ σοῦ ἔπαθον ἀμείψασθαι δυνηθῶσι. δυοῖν γὰρ ὡς καθόλου εἰπεῖν οὐσῶν αἰτιῶν, παρ᾽ ἅς ἄνθρωποι εὐτάκτως καὶ ὁδῷ ζῶσιν, ἐμπειρίας τε καὶ ἐγκρατείας, πῶς ἂν δυναίμεθα ἢ πρὸς ἑαυτοὺς ἢ πρὸς ἑτέρους ποιεῖν τὰ δέοντα ὑπ᾽ ἀγνοίας ἄμα καὶ ἀκρασίας κατεχόμενοι;