Τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν· οἱ δʼ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. διὸ καὶ ὁ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτι ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ τὴν αὑτοῦ κατασκευήν, οὕτω καὶ ὁ εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφʼ ὃ πέφυκεν. Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι νῦν προνοίᾳ ὁ κόσμος διοικεῖται; ὁ δὲ μὴ παρέργως ποτ’ ἔφη ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;