<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" n="44"><p rend="indent">Τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν,
            καθ᾽ ἃς οὐ πονήσομεν οὐδʼ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὐτῶν λόγον; — Ἄν οὖν ἐν
            τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; — Ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν᾽
            αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας.
            ἐπεί τοι τοῦτʼ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν
            συλλογισμῷ τινι οὐχ εὕρισκον. <q>οὐχ οἷον μέν</q> φημι <q><add>εἰ</add> τὸ Καπιτώλιον
            κατέκαυσα,</q> ὁ δʼ <q>ἀνδράποδον,</q> ἔφη, <q>ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν
              ἐστιν.</q> ἢ ταῦτα
            μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δʼ εἰκῇ καὶ
            μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὐτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδʼ
            ἀποδείξει μηδὲ σοφίσματι μηδʼ ἀπλῶς βλέπειν τὸ καθ᾽ αὑτὸν καὶ οὐ καθ᾽ αὑτὸν ἐν ἐρωτήσει
            καὶ ἀποκρίσει, τούτων δʼ οὐδέν ἐστιν ἁμάρτημα; </p></div><div type="textpart" subtype="fragment" n="45"><p rend="indent">οὕτως καὶ Ῥοῦφος πειράζων με εἰώθει λέγειν <q>συμβήσεταί <pb facs="cmusoniirufirel00hensgoog_0172"/>σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου.</q>
            κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα, <q>τί οὖν</q> ἔφη <q>ἐκεῖνον παρακαλῶ παρὰ σοῦ
            αὐτὰ λαβεῖν δυνάμενος; τῷ γὰρ ὄντι, ὃ ἐξ αὐτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρʼ ἄλλου
            λαμβάνων.</q> </p></div></div></body></text></TEI>