<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" n="42"><head rend="center">Ῥούφου ἐκ τοῦ Ἐπικτήτου Περὶ φιλίας.</head><p rend="indent">Ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις
            καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόμενα ἢ ὡς νῦν ἔχει·
            καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἄλλα
            ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα, καὶ νὴ Δίʼ αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω
            τρέπεται καὶ μεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα
            μεταβάλλει, καὶ ὁ αὐτὸς τρόπος τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ
            ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ
            μουσικῶς διαβιώσεται τὸν βίον. </p></div><div type="textpart" subtype="fragment" n="43"><p rend="indent">Θρασέας εἰώθει λέγειν <q>σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον
            φυγαδευθῆναι.</q> τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; <q>εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς
            ἐκλογῆς; εἰ δʼ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ
            δεδομένῳ;</q>
              <pb facs="cmusoniirufirel00hensgoog_0171"/></p></div><div type="textpart" subtype="fragment" n="44"><p rend="indent">Τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν,
            καθ᾽ ἃς οὐ πονήσομεν οὐδʼ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὐτῶν λόγον; — Ἄν οὖν ἐν
            τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; — Ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν᾽
            αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας.
            ἐπεί τοι τοῦτʼ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν
            συλλογισμῷ τινι οὐχ εὕρισκον. <q>οὐχ οἷον μέν</q> φημι <q><add>εἰ</add> τὸ Καπιτώλιον
            κατέκαυσα,</q> ὁ δʼ <q>ἀνδράποδον,</q> ἔφη, <q>ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν
              ἐστιν.</q> ἢ ταῦτα
            μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δʼ εἰκῇ καὶ
            μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὐτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδʼ
            ἀποδείξει μηδὲ σοφίσματι μηδʼ ἀπλῶς βλέπειν τὸ καθ᾽ αὑτὸν καὶ οὐ καθ᾽ αὑτὸν ἐν ἐρωτήσει
            καὶ ἀποκρίσει, τούτων δʼ οὐδέν ἐστιν ἁμάρτημα; </p></div><div type="textpart" subtype="fragment" n="45"><p rend="indent">οὕτως καὶ Ῥοῦφος πειράζων με εἰώθει λέγειν <q>συμβήσεταί <pb facs="cmusoniirufirel00hensgoog_0172"/>σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου.</q>
            κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα, <q>τί οὖν</q> ἔφη <q>ἐκεῖνον παρακαλῶ παρὰ σοῦ
            αὐτὰ λαβεῖν δυνάμενος; τῷ γὰρ ὄντι, ὃ ἐξ αὐτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρʼ ἄλλου
            λαμβάνων.</q> </p></div><div type="textpart" subtype="fragment" n="46"><p rend="indent">Τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν
            ἀγκίστρῳ λαβεῖν· οἱ δʼ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. διὸ καὶ ὁ
            Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ
            ὅτι <q>ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ τὴν αὑτοῦ κατασκευήν, οὕτω καὶ ὁ
              εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφʼ ὃ πέφυκεν.</q> </p></div></div></body></text></TEI>