<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" n="38"><head rend="center">Ῥούφου ἐκ τῶν Ἐπικτήτου Περὶ φιλίας.</head><p rend="indent">Τῶν ὄντων τὰ μὲν ἐφʼ ἡμῖν ἔθετο ὁ θεός, τὰ <pb facs="cmusoniirufirel00hensgoog_0168"/>δʼ οὐκ ἐφʼ ἡμῖν. ἐφʼ ἡμῖν μὲν τὸ κάλλιστον καὶ
            σπουδαιότατον, ᾧ δὴ καὶ αὐτὸς εὐδαίμων ἐστί, τὴν χρῆσιν τῶν φαντασιῶν. τοῦτο γὰρ ὀρθῶς
            γιγνόμενον ἐλευθερία ἐστίν, εὔροια, εὐθυμία, εὐστάθεια, τοῦτο δὲ καὶ δίκη ἐστὶ καὶ νόμος
            καὶ σωφροσύνη καὶ ξύμπασα ἀρετή. τὰ δʼ ἄλλα πάντα οὐκ ἐφʼ ἡμῖν ἐποιήσατο. οὐκοῦν καὶ
            ἡμᾶς συμψήφους χρὴ τῷ θεῷ γενέσθαι καὶ ταύτῃ διελόντας τὰ πράγματα τῶν μὲν ἐφʼ ἡμῖν
            πάντα τρόπον ἀντιποιεῖσθαι, τὰ δὲ μὴ ἐφ᾽ ἡμῖν ἐπιτρέψαι τῷ κόσμῳ καί, εἴτε τῶν παίδων
            δέοιτο εἴτε τῆς πατρίδος εἴτε τοῦ σώματος εἴτε ὁτουοῦν, ἀσμένους παραχωρεῖν. </p></div><div type="textpart" subtype="fragment" n="39"><head rend="center">Ῥούφου ἐκ τοῦ Ἐπικτήτου Περὶ φιλίας.</head><p rend="indent">Τὸ δὲ Λυκούργου τοῦ Λακεδαιμονίου τίς ἡμῶν οὐ θαυμάζει; πηρωθεὶς γὰρ ὑπό
            τινος τῶν πολιτῶν τῶν ὀφθαλμῶν τὸν ἕτερον καὶ παραλαβὼν τὸν νεανίσκον παρὰ τοῦ δήμου,
            ἵνα τιμωρήσαιτο ὅπως αὐτὸς βούλεται, τούτου μὲν ἀπέσχετο, παιδεύσας δὲ αὐτὸν καὶ <pb facs="cmusoniirufirel00hensgoog_0169"/>ἀποφήνας ἄνδρα ἀγαθὸν παρήγαγεν εἰς τὸ θέατρον.
            θαυμαζόντων δὲ τῶν Λακεδαιμονίων <q>τοῦτον μέν τοι λαβών</q> ἔφη <q>παρʼ ὑμῶν ὑβριστὴν
              καὶ βίαιον ἀποδίδωμι ὑμῖν ἐπιεικῆ καὶ δημοτικόν.</q>
          </p></div></div></body></text></TEI>