<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0628.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" n="36"><p rend="indent">Καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, Σύλλα, τὸ δεῖν ἀεὶ
            θεραπευομένους βιοῦν <pb facs="cmusoniirufirel00hensgoog_0167"/>τοὺς σῴζεσθαι μέλλοντας.
            οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλʼ
              <add>ἐᾶν</add> ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ
            ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθ᾽ ὑγιείας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς
            ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι
            σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς
            ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος. </p></div><div type="textpart" subtype="fragment" n="37"><p rend="indent">Ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθών <q>Μουσώνιε</q> εἶπεν
              <q>ὁ Ζεὺς ὁ Σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται.</q> καὶ ὁ Μουσώνιος μειδιάσας
            εἶπεν <q>οὐδὲ δανείζει.</q> ὁ γὰρ Ῥουτίλιος δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ.
          </p></div></div></body></text></TEI>