Μυσωνίου. Τῶν μὲν Κροίσου καὶ Κινύρου θησαυρῶν πενίαν ἐσχάτην καταψηφιούμεθα, ἕνα δὲ καὶ μόνον πιστεύσομεν εἶναι πλούσιον ἢ σοφὸν τὸν δυνάμενον κτήσασθαι τὸ ἀνενδεὲς πανταχοῦ. Μυσωνίου. Τοῦ ἀποθανεῖν ὁμοίως ἐπικεκλωσμένου πᾶσιν, οὐ τὸ βραδέως ἀλλὰ τὸ ἐμφανῶς ἀποθανεῖν μακάριον.