Τοῦ αὐτοῦ. Mὴ θέλε ἐπιτάσσειν τὰ καθήκοντα τοῖς συγγιγνώσκουσί σοι τὰ μὴ καθήκοντα πράττοντι. Τοῦ αὐτοῦ. Πειρατέον καταπληκτικὸν μᾶλλον τοῖς ὑπηκόοις ἢ φοβερὸν θεωρεῖσθαι· τῷ μὲν γὰρ σεμνότης, τῷ δὲ ἀπήνεια παρακολουθεῖ. Μυσωνίου. Τῶν μὲν Κροίσου καὶ Κινύρου θησαυρῶν πενίαν ἐσχάτην καταψηφιούμεθα, ἕνα δὲ καὶ μόνον πιστεύσομεν εἶναι πλούσιον ἢ σοφὸν τὸν δυνάμενον κτήσασθαι τὸ ἀνενδεὲς πανταχοῦ. Μυσωνίου. Τοῦ ἀποθανεῖν ὁμοίως ἐπικεκλωσμένου πᾶσιν, οὐ τὸ βραδέως ἀλλὰ τὸ ἐμφανῶς ἀποθανεῖν μακάριον. Καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλʼ ἐᾶν ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθ᾽ ὑγιείας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος.