Μουσωνίου. Καὶ ἂν τοῦ συμφέροντος μάλιστα προαιρῇ ἔχεσθαι, μὴ δυσχέραινε ταῖς περιστάσεσιν, ἐνθυμούμενος πόσα ἤδη σοι τῶν ἐν βίῳ οὐχ ὡς σύ ἐβούλου συνέπεσεν, ἀλλʼ ὡς συνέφερεν. Μουσωνίου. Ἅρπαζε τὸ καλῶς ἀποθνῄσκειν, ὅτε ἔξεστι, μὴ μετὰ μικρὸν τὸ μὲν ἀποθνῄσκειν σοι παρῇ, τὸ δὲ καλῶς μηκέτι ἐξῇ. Τοῦ αὐτοῦ. Oὐκ ἔστιν ἐπὶ πολλῶν συμφέροντι ζῶντα καθηκόντως ἀποθανεῖν, μὴ ἐπὶ πλειόνων ἀποθνῄσκοντα συμφέροντι. Μουσωνίου. Αἰδοῦς παρὰ πᾶσιν ἄξιος ἔσῃ, ἐὰν πρῶτον ἄρξῃ σαυτὸν αἰδεῖσθαι. Μουσωνίου. Οὐ πολύν διάγουσι χρόνον οἱ πρὸς τοὺς ὑπηκόους ὑπὲρ ὧν ἂν πράττωσι μὴ τὸ καθήκει μοι λέγειν μεμελετηκότες, ἀλλὰ τὸ ἔξεστί μοι.