ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΤΡΟΦΗΣ. Αἴσχιστον, ἔφη, γαστριμαργία καὶ ὀψοφαγία ἐστίν, οὐκ ἀντερεῖ οὐδείς· σκοποῦντας δὲ ὅπως διαφεύξονται ταῦτα, πάνυ ὀλίγους ᾔσθημαι ἐγώ, τοὺς δὲ πολλοὺς ὁρῶ καὶ ἀπόντων ὀρεγομένους τῶν τοιούτων βρωμάτων, καὶ παρόντων ἀπέχεσθαι μὴ δυναμένους, καὶ χρωμένους αὐτοῖς, ὅταν χρῶνται, ἀφειδῶς, ὡς καὶ πρὸς βλάβην χρῆσθαι τὴν τοῦ σώματος. καίτοι γαστριμαργία τί ἂν εἴη ἄλλο ἢ ἀκρασία περὶ τροφήν, δι’ ἣν ἄνθρωποι τὸ ἡδὺ τὸ ἐν σίτῳ τοῦ ὠφελίμου προτιμῶσιν; καὶ ὀψοφαγία δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ ἀμετρία περὶ χρῆσιν ὄψου. πανταχοῦ δὲ κακὸν οὖσα ἡ ἀμετρία ἐν τοῖς μάλιστα τῇδε τὴν ἑαυτῆς ἐπιδείκνυται φύσιν, παρεχομένη τοὺς ὀψοφάγους ἀντὶ ἀνθρώπων ὑσὶν ἢ κυσὶν ὁμοιουμένους τὴν λαβρότητα καὶ εὐσχημονεῖν μὴ δυναμένους, οὐ ταῖς χερσίν, οὐ τοῖς ὄμμασιν, οὐ τῇ καταπόσει· οὕτως ἄρα αὐτοὺς ἐξίστησιν ἡ ἐπιθυμία τῆς ἐν ὄψῳ ἡδονῆς. ὅτι μὲν δὴ οὕτως ἔχειν πρὸς τροφὴν αἴσχιστόν ἐστι, γνώριμον, ἐν ᾧ γε ζῴοις ἄφροσι μᾶλλον ἢ ἀνθρώποις φρονίμοις ὁμοιούμεθα. αἰσχίστου δὲ τούτου ὄντος, κάλλιστον ἂν εἴη τοὐναντίον, τάξει καὶ κοσμίως ἐσθίειν, καὶ τὴν σωφροσύνην ἐνταῦθα ἐπιδείκνυσθαι πρῶτον, οὐκ ὂν ῥᾴδιον, ἀλλὰ δεόμενον πολλῆς ἐπιμελείας καὶ ἀσκήσεως [καὶ καθόλου μὲν ἴσως τὸ σωφρονεῖν]. διὰ τί δὴ τοῦτο; ὅτι πολλῶν ἡδονῶν οὐσῶν, αἳ τὸν ἄνθρωπον ἀναπείθουσιν ἁμαρτάνειν καὶ ἐνδιδόναι αὐταῖς βιάζονται παρὰ τὸ συμφέρον, δυσμαχωτάτη εἶναι κινδυνεύει πασῶν ἡ περὶ τροφὴν ἡδονή. ταῖς μὲν γὰρ ἄλλαις ἡδοναῖς σπανιώτερον ὁμιλοῦμεν, καὶ ἐνίων γε μῆνας καὶ ἐνιαυτοὺς ὅλους ἀπέχεσθαι δυνάμεθα, ταύτης δὲ ἀνὰ πᾶσαν ἡμέραν πάντως πειρᾶσθαι ἀνάγκη, καὶ τά γε πολλὰ δὶς ἑκάστης ἡμέρας· οὐ γὰρ ἔνι ζῆν ἄλλως τὸν ἄνθρωπον. ὥσθ’ ὅσῳ πλεονάκις τῆς ἐν βρώσει ἡδονῆς πειρώμεθα, τοσούτῳ πλείους οἱ ἐνταῦθα κίνδυνοι. καὶ μὴν καθ’ ἑκάστην προσφορὰν τροφῆς, οὐχ εἷς κίνδυνος ἁμαρτήματος, ἀλλὰ πλείονες. καὶ γὰρ ὁ παρὰ πλέον ἢ δεῖ ἐσθίων, ἁμαρτάνει, καὶ ὁ κατασπεύδων ἐν τῷ ἐσθίειν οὐδὲν ἧττον, καὶ ὁ μολυνόμενος ὑπὸ τοῦ ὄψου μᾶλλον ἢ χρή, καὶ ὁ τὰ ἡδίω τῶν ὑγιεινοτέρων βρώματα προτιμῶν, καὶ ὁ μὴ νέμων τὰ ἴσα τοῖς συνεσθίουσιν. ἔστι δὲ καὶ ἄλλη τις ἁμαρτία περὶ τροφήν, ὅταν παρὰ καιρὸν προσφερώμεθα αὐτήν, καὶ δέον ἄλλο τι πράττειν ἀφέμενοι τούτου ἐσθίωμεν. τοσούτων δὴ καὶ ἔτι ἄλλων ἁμαρτιῶν οὐσῶν περὶ τροφήν, δεῖ μὲν ἁπασῶν καθαρεύειν αὐτῶν καὶ μηδεμιᾷ ἔνοχον εἶναι τὸν μέλλοντα σωφρονήσειν. καθαρεύοι δ’ ἄν τις καὶ ἀναμάρτητος εἴη ἀσκῶν καὶ ἐθίζων αὑτὸν αἱρεῖσθαι σῖτον οὐχ ἵνα ἥδηται ἀλλ’ ἵνα τρέφηται, οὐδ’ ἵνα λεαίνηται τὴν κατάποσιν ἀλλ’ ἵνα ῥωννύηται τὸ σῶμα. καὶ γὰρ γέγονεν ἡ μὲν κατάποσις δίοδος εἶναι τροφῆς, οὐχ ἡδονῆς ὄργανον, ἡ δὲ γαστὴρ τοῦ αὐτοῦ χάριν οὗπερ ἕνεκα καὶ φυτῷ παντὶ ῥίζα γέγονεν. καθάπερ γὰρ ἐκεῖ τρέφει τὸ φυτὸν ἡ ῥίζα ἀπὸ τῶν ἐκτὸς τὴν τροφὴν λαμβάνουσα, οὕτω τρέφει τὸ ζῷον ἡ γαστὴρ ἀπὸ τῶν εἰσφερομένων σίτων καὶ ποτῶν. ὥσπερ τε αὖ τούτοις διαμονῆς ἕνεκα συμβαίνει τρέφεσθαι καὶ οὐχ ἡδονῆς, παραπλησίως καὶ ἡμῖν ζωῆς καὶ φάρμακον ἡ τροφὴ [τῷ ἀνθρώπῳ] ἐστί. διὸ καὶ προσήκει ἐσθίειν ἡμῖν ἵνα ζῶμεν, οὐχ ἵνα ἡδώμεθα, εἴ γε μέλλομεν στοιχεῖν ἀρίστῳ ὄντι τῷ λόγῳ Σωκράτους, ὃς ἔφη τοὺς μὲν πολλοὺς ἀνθρώπους ζῆν ἵνα ἐσθίωσιν, αὐτὸς δὲ ἐσθίειν ἵνα ζῇ. οὐ γὰρ δὴ ἐπιεικής τις βουλόμενος εἶναι ἄνθρωπος ἀξιώσει παραπλήσιός τις εἶναι τοῖς πολλοῖς καὶ ζῆν ἐπὶ τῷ ἐσθίειν, ὥσπερ ἐκεῖνοι, θηρώμενος ἐξ ἅπαντος τὴν ἀπὸ τῆς τροφῆς ἡδονήν. Ὅτι δὲ καὶ θεὸς ὁ ποιήσας τὸν ἄνθρωπον τοῦ σῴζεσθαι χάριν, οὐχὶ τοῦ ἥδεσθαι, σῖτα καὶ ποτὰ παρεσκεύασεν αὐτοῖς, μάθοι τις ἂν ἐκεῖθεν μάλιστα. ἡ γὰρ δὴ τροφὴ ὅτε ἐργάζεται μάλιστα τὸ ἑαυτῆς ἔργον, τότε οὐδαμῶς ἥδει τὸν ἄνθρωπον κατά τε τὴν πέψιν καὶ τὴν ἀνάδοσιν, ἀλλὰ τρεφόμεθα μὲν τότε ὑπ’ αὐτῆς καὶ ῥωννύμεθα, ἡδόμεθα δὲ τότε οὐδεμίαν ἡδονήν, καίτοι πλείων ὁ χρόνος οὗτός ἐστιν ἢ ἐν ᾧ ἐσθίομεν. ἔδει δέ γε, εἴπερ ὁ θεὸς ἡδονῆς χάριν τὴν τροφὴν ἐμηχανήσατο ἡμῖν, τὸν πλείω τοῦτον χρόνον ἥδεσθαι ἡμᾶς ὑπ’ αὐτῆς καὶ οὐ τὸν ἐλάχιστον ἐκεῖνον ἐν ᾧ καταπίνομεν. ἀλλ’ ὅμως χάριν ἐκείνου τοῦ ἐλαχίστου χρόνου, ὃν ἡδόμεθα, παρασκευὴ μὲν ὄψων γίνεται μυρίων, πλεῖται δ’ ἡ θάλαττα μέχρι περάτων· μάγειροι δὲ γεωργῶν περισπουδαστότεροί εἰσι· δεῖπνα δὲ παρατίθενταί τινες ἀγρῶν ἀναλίσκοντες τιμάς, καὶ ταῦτ’ οὐδαμῶς ὠφελουμένων τῶν σωμάτων ἐκ τῆς πολυτελείας τῶν βρωμάτων. πᾶν γὰρ τοὐναντίον οἱ ταῖς εὐτελεστάταις χρώμενοι τροφαῖς ἰσχυρότατοί εἰσι. τοὺς γοῦν οἰκέτας τῶν δεσποτῶν καὶ τοὺς χωρίτας τῶν ἀστικῶν καὶ τοὺς πένητας τῶν πλουσίων ἴδοις ἂν ὡς ἐπὶ τὸ πλῆθος ῥωμαλεωτέρους ὄντας καὶ μᾶλλον μὲν πονεῖν δυναμένους, ἧττον δὲ κάμνοντας ἐν τοῖς ἔργοις, νοσοῦντας δὲ σπανιώτερον, ἀνεχομένους δὲ εὐκολώτερον κρύος, θάλπος, ἀγρυπνίαν, πᾶν εἴ τι τοιοῦτον. καίτοι κἂν ἐπ’ ἴσον ἥ τε πολυτελὴς καὶ ἡ εὐτελὴς τροφὴ ῥωννύῃ τὸ σῶμα, ὅμως αἱρετέον ἐστὶ τὴν εὐτελῆ, ὅτι αὕτη σωφρονικωτέρα καὶ πρέπει ἀνδρὶ ἀγαθῷ μᾶλλον, ᾗ καὶ τὸ εὐπόριστον τοῦ δυσπορίστου, καὶ τὸ ἀπραγμάτευτον τοῦ μετὰ πραγμάτων, καὶ τὸ ἕτοιμον τοῦ ἀνετοίμου πρὸς τροφὴν πρεπωδέστερον τοῖς ἐπιεικέσιν. ἵνα δὲ συνελὼν εἴπω περὶ τροφῆς τὸ πᾶν, φημὶ δεῖν σκοπὸν μὲν αὐτῆς ποιεῖσθαι ὑγίειάν τε καὶ ἰσχύν, ὡς τούτων μόνον ἕνεκα βρωτέον, ἃ δὴ δεῖται πολυτελείας οὐδεμιᾶς· ἐσθίοντα δ’ ἐπιμελεῖσθαι κόσμου τε καὶ μέτρου τοῦ προσήκοντος καὶ τοῦ διαφέρειν πλεῖστον τῷ τε ἀμολύντῳ καὶ τῷ σχολαίῳ. ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΣΚΕΠΗΣ. Ταῦτα μὲν περὶ τροφῆς εἶπεν. ἠξίου δὲ καὶ σκέπην τὴν σώφρονα τῷ σώματι ζητεῖν, οὐ τὴν πολυτελῆ καὶ περιττήν· εὐθὺς γὰρ ἐσθῆτι καὶ ὑποδέσει τὸν αὐτὸν τρόπον ἔφη εἶναι χρηστέον, ὅνπερ πανοπλίᾳ, φυλακῆς ἕνεκεν τοῦ σώματος, ἀλλ’ οὐκ ἐπιδείξεως. ὥσπερ οὖν ὅπλα κάλλιστα τὰ ἰσχυρότατα καὶ σῴζειν μάλιστα δυνάμενα τὸν χρώμενον, οὐ τὰ περίβλεπτα καὶ λαμπρά, οὕτως ἀμπεχόνη καὶ ὑπόδεσις ἡ χρησιμωτάτη τῷ σώματι κρατίστη καὶ οὐχ ἡ δυναμένη τὰς τῶν ἀνοήτων ὄψεις ἐπιστρέφειν. δεῖ γὰρ τὴν σκέπην αὐτὸ αὑτοῦ κρεῖττον ἀποφαίνειν τὸ σκεπόμενον καὶ ἰσχυρότερον, ἀλλ’ οὐκ ἀσθενέστερόν τε καὶ χεῖρον. οἱ μὲν οὖν λειότητά τε καὶ ἁπαλότητα σαρκὸς διὰ τῶν σκεπασμάτων μηχανώμενοι χείρω τὰ σώματα ποιοῦσιν, εἴ γε τὸ τεθρυμμένον σῶμα καὶ μαλακὸν πολὺ κάκιον τοῦ σκληροῦ τε καὶ διαπεπονημένου ἐστίν· οἱ δὲ ῥωννύντες καὶ κρατύνοντες τῇ σκέπῃ, οὗτοι τὰ σκεπόμενα μόνοι ὠφελοῦσιν. διὰ τοῦτο οὐδαμῶς καλὸν οὔτε ἐσθῆσι πολλαῖς κατασκέπειν τὸ σῶμα οὔτε ταινίαις κατειλεῖν οὔτε χεῖράς τε καὶ πόδας περιδέσει πίλων ἢ ὑφασμάτων τινῶν μαλακύνειν, τούς γε μὴ νοσοῦντας· οὐδ’ ὅλως εἶναι ἀγεύστους καλὸν ψύχους τε καὶ θάλπους, ἀλλὰ ῥιγοῦν χρὴ τὰ μέτρια χειμῶνος καὶ ἡλιοῦσθαι θέρους καὶ σκιατροφεῖσθαι ἥκιστα. καὶ τὸ μὲν ἑνὶ χρῆσθαι χιτῶνι τοῦ δεῖσθαι δυοῖν προτιμητέον, τοῦ δ’ ἑνὶ χρῆσθαι χιτῶνι τὸ μηδενί, ἀλλὰ ἱματίῳ μόνον. καὶ τοῦ γε ὑποδεδέσθαι τὸ ἀνυποδετεῖν τῷ δυναμένῳ κρεῖττον· κινδυνεύει γὰρ τὸ μὲν ὑποδεδέσθαι τῷ δεδέσθαι ἐγγὺς εἶναι, ἡ δ’ ἀνυποδησία πολλὴν εὐλυσίαν τινὰ καὶ εὐκολίαν παρέχει τοῖς ποσίν, ὅταν ἠσκημένοι ὦσιν. ὅθεν καὶ τοὺς ἡμεροδρόμους ὁρᾶν ἔστιν οὐ χρωμένους ὑποδήμασιν ἐν ταῖς ὁδοῖς καὶ τῶν ἀθλούντων τοὺς δρομεῖς οὐκ ἂν δυναμένους σῴζειν τὸ τάχος, εἰ δέοι τρέχειν αὐτοὺς ἐν ὑποδήμασιν. ἐπεὶ δὲ σκέπης ἕνεκα καὶ τὰς οἰκίας ποιούμεθα, φημὶ καὶ ταύτας δεῖν ποιεῖσθαι πρὸς τὸ τῆς χρείας ἀναγκαῖον, ὡς ἀπερύκειν μὲν κρύους, ἀπερύκειν δὲ θάλπους τὸ σφοδρόν, εἶναι δ’ ἡλίου καὶ ἀνέμων ἐπικούρημα τοῖς δεομένοις. καθόλου δὲ ὅπερ ἂν παρέχοι σπήλαιον αὐτοφυές, ἔχον μετρίαν ὑπόδυσιν ἀνθρώπῳ, τοῦτο χρὴ παρέχειν ἡμῖν τὴν οἰκίαν, τοσοῦτον εἴπερ ἄρα περιττεύουσαν, ὅσον καὶ ἀπόθεσιν τροφῆς ἀνθρω πίνης ἐπιτηδείαν ἔχειν. τί δ’ αἱ περίστυλοι αὐλαί; τί δ’ αἱ ποικίλαι χρίσεις; τί δ’ αἱ χρυσόροφοι στέγαι; τί δ’ αἱ πολυτέλειαι τῶν λίθων, τῶν μὲν χαμαὶ συνηρμοσμένων, τῶν δ’ εἰς τοίχους ἐγκειμένων, ἐνίων καὶ πάνυ πόῤῥωθεν ἠγμένων [λίθων] καὶ δι’ ἀναλωμάτων πλείστων; οὐ ταῦτα πάντα περιττὰ καὶ οὐκ ἀναγκαῖα, ὧν γε χωρὶς καὶ ζῆν καὶ ὑγιαίνειν ἔστι, πραγματείαν δ’ ἔχει πλείστην, καὶ διὰ χρημάτων γίνεται πολλῶν, ἀφ’ ὧν ἄν τις ἐδυνήθη καὶ δημοσίᾳ καὶ ἰδίᾳ πολλοὺς ἀνθρώπους εὐεργετῆσαι; καί τοι πόσῳ μὲν εὐκλεέστερον τοῦ πολυτελῶς οἰκεῖν τὸ πολλοὺς εὐεργετεῖν; πόσῳ δὲ καλοκἀγαθικώτερον τοῦ ἀναλίσκειν εἰς ξύλα καὶ λίθους τὸ εἰς ἀνθρώπους ἀναλίσκειν; πόσῳ δὲ ὠφελιμώτερον τοῦ περιβεβλῆσθαι μεγάλην οἰκίαν τὸ κεκτῆσθαι φίλους πολλούς, ὃ περιγίνεται τῷ προθύμως εὐεργετοῦντι; τί δ’ ἂν ὄναιτό τις τηλικοῦτον ἀπ’ οἰκίας μεγέθους τε καὶ κάλλους, ἡλίκον ἀπὸ τοῦ χαρίζεσθαι πόλει καὶ πολίταις ἐκ τῶν ἑαυτοῦ; ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΣΚΕΥΩΝ. Καὶ μὴν συνῳδὰ καὶ συγγενῆ τῇ περὶ τὰς οἰκίας πολυτελείᾳ καὶ τὰ τῶν σκευῶν τῶν κατ’ οἰκίαν φαίνεται ὄντα, κλῖναι καὶ τράπεζαι καὶ στρώματα καὶ ἐκπώματα καὶ εἴ τι τοιοῦτον, πάντως τὴν χρείαν ὑπερβεβηκότα καὶ προσωτέρω τῶν ἀναγκαίων ἐληλυθότα· κλῖναι μὲν ἐλεφάντιναι καὶ ἀργυραῖ ἢ νὴ Δία χρυσαῖ, τράπεζαι δὲ παραπλησίας ὕλης, στρωμναὶ δὲ ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἐκπώματα δὲ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, τὰ δὲ λίθων ἢ λιθοειδῶν τινων ἁμιλλωμένων τῇ πολυτελείᾳ τοῖς ἀργυροῖς καὶ χρυσοῖς. καὶ σπουδάζεται ταῦτα πάντα, τοῦ μὲν σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν ἡμῖν τῆς ἀργυρᾶς ἢ τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι ὥστε μὴ δεῖσθαι πορφυρίδος ἢ φοινικίδος· ἐσθίειν δ’ ὑπάρχοντος ἡμῖν ἀβλαβῶς ἀπὸ τραπέζης ξυλίνης ὡς μὴ ποθεῖν μηδαμῶς τὴν ἀργυρᾶν, καὶ πίνειν γε νὴ Δία ἐκ κεραμεῶν ποτηρίων παρόν, ἃ τό τε δῖψος σβεννύειν παραπλησίως πέφυκε τοῖς χρυσοῖς, καὶ τὸν ἐγχεόμενον αὐτοῖς οἶνον οὐ λυμαίνεται, ὀσμὴν δέ γε ἡδίω τῶν χρυσῶν παρέχεται καὶ τῶν ἀργυρῶν. καθόλου δ’ ἀρετὴ καὶ κακία σκευῶν κριθείη ἂν ὀρθῶς ἐκ τριῶν τούτων, τῆς τε κτήσεως καὶ τῆς χρήσεως καὶ τῆς τηρήσεως. ὅσα μὲν γὰρ ἢ κτήσασθαι δύσκολά ἐστιν ἢ χρήσασθαι μὴ ἐπιτήδεια ἢ φυλάξαι μὴ ῥᾴδια, ταῦτα χείρω· ἃ δὲ καὶ κτώμεθα μὴ χαλεπῶς καὶ χρώμενοι 〈εὐκόλως〉 ἐπαινοῦμεν καὶ φυλάττομεν ῥᾳδίως, ταῦτα ἀμείνω. διόπερ τὰ κεραμεᾶ καὶ τὰ σιδηρᾶ καὶ ὅσα τοιαῦτα, πολλῷ κρείττω τῶν ἀργυρῶν τε καὶ χρυσῶν, ὅτι ἡ κτῆσις τούτων εὐμαρεστέρα, ὅσῳ καὶ εὐτελεστέρα, ἥ τε χρῆσις πλείων, ὅτι καὶ πυρὶ ῥᾳδίως ταῦτ’ ἐμβάλλομεν, ἐκεῖνα δὲ οὔ, ἥ τε φυλακὴ ἥττων· τὰ γὰρ εὐτελῆ τῶν πολυτελῶν ἐπιβουλεύεται ἧττον. μέρος δέ τι τῆς φυλακῆς οὖσα καὶ ἡ ἐκκάθαρσις περὶ τὰ πολυτελῆ πλείων ἐστίν. ὥσπερ οὖν ἵππος ὁ τιμῆς μὲν ἐωνημένος ὀλίγης, χρείας δὲ παρεχόμενος πολλάς, αἱρετώτερος τοῦ ὀλίγα μὲν ὑπουργοῦντος, πολλοῦ δ’ ἠγορασμένου· κατὰ τὰ αὐτὰ καὶ σκεύη τὰ εὐτελέστερα καὶ πολυχρηστότερα κρείττω τῶν ἐναντίων. τί ποτ’ οὖν διώκεται τὰ σπάνια καὶ πολυτελῆ πρὸ τῶν ἐν μέσῳ καὶ τῶν· εὐτελῶν; ὅτι ἀγνοεῖται τὰ καλὰ καὶ τἀγαθά, καὶ ἀντὶ τῶν ὄντων τὰ δοκοῦντα σπουδάζεται παρὰ τοῖς ἀνοήτοις· ὥσπερ δὴ καὶ οἱ μαινόμενοι πολλάκις λευκὰ τὰ μέλανα νομίζουσιν· ἄνοια δὲ μανίας συγγενέστατον. ἐπεὶ τῶν γε νομοθετῶν τοὺς ἀρίστους, καὶ ἐν πρώτοις Λυκοῦργον εὕροιμεν ἂν πολυτέλειαν μὲν ἐξελαύνοντα τῆς Σπάρτης, ἀντεισάγοντα δ’ εὐτέλειαν καὶ τὸ ἐνδεὲς τῆς διαίτης τοῦ περιττοῦ προτιμῶντα πρὸς ἀνδρείαν, καὶ τὴν μὲν τρυφὴν ὡς λύμην ἐκτρεπόμενον, τὸ δ’ ἐθελόπονον ὡς σωτήριον ζηλοῦν ἀξιοῦντα. τεκμήρια δὲ τούτων αἱ τῶν ἐφήβων ἐκεῖ καρτερήσεις, ἐθιζομένων φέρειν λιμόν τε καὶ δῖψος, καὶ μετὰ τούτων ῥῖγος, ἔτι δὲ πληγὰς καὶ πόνους ἄλλους . . . σεμνοῖς ἔθεσιν οἱ παλαιοὶ Λακεδαιμόνιοι τραφέντες ἄριστοι τῶν Ἑλλήνων ἦσάν τε καὶ ἐνομίζοντο, καὶ τὴν πενίαν τὴν ἑαυτῶν ζηλωτοτέραν τοῦ βασιλέως πλούτου κατέστησαν. ἐγὼ δ’ οὖν καὶ αὐτὸς δεξαίμην ἂν νοσῆσαι μᾶλλον ἢ τρυφῆσαι. τὸ μὲν γὰρ νοσεῖν μόνον βλάπτει τὸ σῶμα, τὸ δὲ τρυφᾶν ἄμφω διαφθείρει, ψυχήν τε καὶ σῶμα, σώματι μὲν ἀσθένειαν καὶ ἀδυναμίαν, ψυχῇ δὲ ἀκολασίαν καὶ ἀνανδρίαν ἐμποιοῦν. καὶ μὴν καὶ ἀδικίαν τίκτει τρυφή, ὅτι καὶ πλεονεξίαν. οὔτε γὰρ τρυφῶντά τινα δυνατὸν μὴ πολυτελῆ εἶναι, οὔτε πολυτελῆ ὄντα ὀλίγα βούλεσθαι ἀναλίσκειν, βουλόμενον δὲ πολλὰ μὴ καὶ πορίζειν πολλὰ ἐπιχειρεῖν, οὐδ’ αὖ πορίζειν ἐπιχειροῦντα πολλὰ μὴ πλεονεκτεῖν καὶ ἀδικεῖν· οὐ γὰρ ἂν πορίσειέ τις ἐκ δικαίων πολλά. ἔτι καὶ ἄλλον τρόπον ἄδικος ἂν εἴη πάντως ὁ τρυφῶν· καὶ γὰρ ὑπὲρ πόλεως τῆς αὑτοῦ πονεῖν τοὺς προσήκοντας πόνους ὀκνήσειεν ἂν ἢ οὐκ ἂν ἔτι τρυφῴη, κἂν ὑπὲρ φίλων ἢ συγγενῶν κακοπαθῆσαι δέον, οὐκ ἂν ὑπομείνειεν· οὐ γὰρ ἐάσει αὐτὸν ἡ τρυφή. καὶ μὴν καὶ διὰ θεοὺς ἔστιν ὅτε πονητέον τῷ δικαίῳ εἶναι βουλομένῳ πρὸς θεούς, ὅτι θυσίας ἢ τελετὰς ἤ τινα ἄλλην ὑπηρεσίαν τελέσει τοῖς θεοῖς, ὁ δὲ τρυφῶν ἐνδεήσει κἀνταῦθα. διόπερ ἄδικος ἂν εἴη πάντως καὶ περὶ πόλιν καὶ περὶ φίλους καὶ περὶ θεούς, ἃ χρὴ πράττειν αὐτὸν οὐ πράττων. ὡς οὖν καὶ ἀδικίας αἰτίαν οὖσαν τὴν τρυφὴν φευκτέον τρόπῳ παντί. ΕΚ ΤΟΥ ΠΕΡΙ ΚΟΥΡΑΣ. Ἔφη μὲν παραπλησίως τὸν ἄνδρα χρῆναι τῇ κεφαλῇ προσφέρειν κουράν, ὡς ἀμπέλῳ προσφέρομεν τομήν, τοῦ μόνον ἀφαιρεῖν χάριν τὸ ἄχρηστον . . . . . . οὔτε γενείῳ πώγωνα, ἀλλ’ εἶναί τινα καὶ ταύτην σκέπην ὑπὸ τῆς φύσεως ἡμῖν πεπορισμένην· τὸν δὲ πώγωνα καὶ σύμβολον γεγονέναι τοῦ ἄρρενος, ὥσπερ ἀλεκτρυόνι λόφον καὶ λέοντι χαίτην· ὅθεν τῆς μὲν κόμης ἀφαιρετέον εἶναι τὸ ἐνοχλοῦν, τοῦ δὲ πώγωνος οὐδέν. οὐδὲ γὰρ ἐνοχλεῖν αὐτὸν οὐδέν, ἕως ἂν ὑγιαίνῃ τὸ σῶμα ἢ νόσον μὴ τοιαύτην νοσῇ, ἧς εἵνεκα γένοιτ’ ἂν ἀφαίρεσις τῶν ἐπὶ τοῦ γενείου τριχῶν. εὖ γὰρ εἴρηται, ἔφη, τὸ τοῦ Ζήνωνος, ὅτι τούτου ἕνεκα καρτέον οὗ καὶ κομητέον, τοῦ κατὰ φύσιν, ἵνα μὴ βαρούμενός τις ὑπὸ τῆς κόμης μηδ’ ἐνοχλούμενος ᾖ πρὸς μηδεμίαν ἐνέργειαν. ἡ γὰρ δὴ φύσις τὸ μὲν ἐνδεὲς μᾶλλον φαίνεται φυλαξαμένη, τὸ δὲ περιττὸν ἧττον, ἐπί τε φυτῶν καὶ ἐπὶ ζῴων, ὅτι τῆς προσθέσεως τοῦ ἐνδεοῦς ἡ ἀφαίρεσις τοῦ περιττοῦ πολὺ ῥᾴων καὶ εὐπετεστέρα ἐστίν. χρὴ δ’ ἐφ’ ἑκάτερα τὸν λογισμὸν τὸν ἀνθρώπινον τῇ φύσει βοηθεῖν, ὥστ’ ἀναπιμπλάναι τὰς ἐνδείας ἐφ’ ὅσον οἷόν τε ἀναπληροῦν, ἐλαττοῦν δὲ καὶ ἀφαιρεῖν τὰς περιττότητας. ὅθεν καὶ καρτέον μόνης ἕνεκα τῆς ἀφαιρέσεως τοῦ περιττοῦ καὶ οὐχὶ κόσμου χάριν, ὅπερ οἴονται δεῖν ἔνιοι τὰ μὲν γένεια λεαινόμενοι καὶ μιμούμενοι τοὺς ἀγενείους ἢ νὴ Δία τοὺς ἄρτι γενειάσκοντας, τὴν δὲ κεφαλὴν οὐχ ὁμοίως κειρόμενοι διαφόρως δὲ τὰ πρόσω τῶν ὀπίσω. καὶ γάρ τοι δοκῶν εἶναι κόσμος οὗτος πολλὴν ἀκοσμίαν ἔχει καὶ διαφέρει οὐδὲν τοῦ καλλωπισμοῦ τοῦ τῶν γυναικῶν. ἐκεῖναί τε γὰρ τὰ μέν τινα μέρη πλέκουσι τῶν τριχῶν τὰ δὲ καθιᾶσι τὰ δὲ ἕτερόν τινα σκευάζουσι τρόπον, ἵνα φαίνωνται καλλίονες, οἵ τε κειρόμενοι οὕτως ἄνδρες κατάδηλοί εἰσι δι’ ἐπιθυμίαν τοῦ φαίνεσθαι καλοὶ οἷς βούλονται ἀρέσκειν τὰς μὲν τέλεον ἀφαιροῦντες τῶν τριχῶν, τὰς δὲ πλάττοντες οὕτως ὡς ἂν εὐοπτότατα ᾖ γυναιξί τε καὶ παισὶν ὑφ’ ὧν ἐπαινεῖσθαι δέονται. ἤδη δέ τινες καὶ αὐτῷ τῷ βαρύνεσθαι τὰς τρίχας κείρονται, καὶ λεαίνουσι τὰ γένεια, σαφῶς οὗτοί γε κατεαγότες ὑπὸ τῆς τρυφῆς καὶ ἐκνενευρισμένοι παντάπασιν, οἵ γε ἀνέχονται ἀνδρόγυνοι καὶ γυναικώδεις ὁρᾶσθαι ὄντες, ὅπερ ἔδει φεύγειν ἐξ ἅπαντος, εἰ δὴ τῷ ὄντι ἄνδρες ἦσαν. τί γὰρ δὴ καὶ εἰσὶν αἱ τρίχες ἀνθρώποις βάρος; εἰ μὴ νὴ Δία καὶ τοῖς ὀρνέοις τὰ πτερὰ φαίη τις ἂν εἶναι βάρος.