ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΝΤΑ ΤΑ ΓΙΝΟΜΕΝΑ ΤΕΚΝΑ ΘΡΕΠΤΕΟΝ. Οἱ δὲ νομοθέται, οἷς αὐτὸ τοῦτο γέγονεν ἔργον ζητεῖν καὶ σκοπεῖν, τί μὲν ἀγαθὸν πόλει τί δὲ κακόν, καὶ τί μὲν ὠφελεῖ τί δὲ βλάπτει τὸ κοινόν, οὐχὶ δὲ καὶ οὗτοι πάντες συμφορώτατον μὲν ταῖς πόλεσιν ἐνόμισαν τὸ πληθύνεσθαι τοὺς τῶν πολιτῶν οἴκους, βλαβερώτατον δὲ τὸ μειοῦσθαι; καὶ ἀπαιδίαν μὲν ἢ ὀλιγοπαιδίαν τῶν πολιτῶν ὑπέλαβον εἶναι ἀλυσιτελές, τὸ δὲ ἔχειν παῖδας καὶ νὴ Δία πολλοὺς ἔχειν εἶναι λυσιτελές; τοῦτο μὲν γὰρ ἀμβλίσκειν ἀπεῖπον ταῖς γυναιξὶ καὶ ταῖς ἀπειθούσαις ζημίαν ἐπέθεσαν, τοῦτο δ’ ἀτοκίᾳ προστίθεσθαι καὶ τὴν κύησιν εἴργειν ἀπηγόρευσαν αὐταῖς, τοῦτο δὲ πολυπαιδίας ἔταξαν γέρα καὶ ἀνδρὶ καὶ γυναικί, καὶ τὴν ἀπαιδίαν ἐπιζήμιον κατέστησαν. πῶς οὖν οὐκ ἂν ἡμεῖς ἄδικα καὶ παράνομα δρῷμεν ἐναντία δρῶντες τῇ βουλήσει τῶν νομοθετῶν, θείων καὶ θεοφιλῶν ἀνδρῶν, οἷς ἕπεσθαι νομίζεται καλὸν καὶ συμφέρον; δρῷμεν δ’ ἂν ἐναντία τὴν πολυπαιδίαν τὴν ἑαυτῶν κωλύοντες. πῶς δ’ οὐχὶ καὶ εἰς τοὺς πατρῴους θεοὺς ἐξαμαρτάνοιμεν ἂν καὶ εἰς τὸν ὁμόγνιον Δία ταῦτα πράττοντες; ὥσπερ γὰρ ὁ περὶ ξένους ἄδικος εἰς τὸν ξένιον ἁμαρτάνει Δία, καὶ ὁ περὶ φίλους εἰς τὸν φίλιον, οὕτως ὅστις εἰς τὸ ἑαυτοῦ γένος ἄδικος, εἰς τοὺς πατρῴους ἁμαρτάνει θεοὺς καὶ εἰς τὸν ὁμόγνιον Δία, τὸν ἐπόπτην τῶν ἁμαρτημάτων τῶν περὶ τὰ γένη· ὁ δέ γε περὶ τοὺς θεοὺς ἁμαρτάνων ἀσεβής. καὶ μὴν ὅτι καλὸν καὶ λυσιτελὲς παίδων ἀνατροφὴ πολλῶν μάθοι τις ἂν λογισάμενος, ὡς μὲν ἔντιμος ἐν πόλει πολύπαις ἀνήρ, ὡς δ’ αἰδῶ παρέχει τοῖς πλησίον, ὡς δὲ δύναται πλέον πάντων τῶν ὁμοίων, ἄν γε μὴ ὁμοίως παίδων εὐπορῶσιν. καθάπερ γάρ, οἶμαι, πολύφιλος ἀφίλου ἀνδρὸς δυνατώτερος, οὕτω καὶ πολὺ μᾶλλον ὁ πολύπαις τοῦ μὴ ἔμπαιδος ἢ τοῦ ὀλίγους κεκτημένου παῖδας, καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ περ ἐγγύτερον υἱὸς ἑκάστῳ ἢ φίλος. ἄξιον δὲ νοῆσαι ποῖόν τι καὶ θέαμά ἐστιν ἀνὴρ πολύπαις ἢ γυνὴ σὺν ἀθρόοις ὁρώμενοι τοῖς ἑαυτῶν παισίν· οὔτε γὰρ πομπὴν πεμπομένην θεοῖς οὕτω καλὴν θεάσαιτ’ ἄν τις οὔτε χορείαν ἐπὶ ἱεροῖς κόσμῳ χορευόντων οὕτως ἀξιοθέατον, ὡς χορὸν παίδων πολλῶν προηγουμένων ἐν πόλει πατρὸς τοῦ ἑαυτῶν ἢ μητρός, 〈καὶ〉 χειραγωγούντων τοὺς γονεῖς ἢ τρόπον ἕτερον περιεπόντων κηδεμονικῶς. τί μὲν τούτου κάλλιον τοῦ θεάματος; τί δὲ τῶν γονέων τούτων ζηλωτότερον, ἄλλως τε κἂν ἐπιεικεῖς ὦσι; τίσι δ’ ἂν ἄλλοις οὕτω προθύμως ἢ συνεύξαιτό τις ἀγαθὰ παρὰ θεῶν, ἢ συμπράξειεν αὐτοῖς εἰς ὅ τι δέοιντο; νὴ Δία· φησίν 〈 ἀλλὰ . . . 〉. ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΝΤΑ ΤΑ ΓΙΓΝΟΜΕΝΑ ΤΕΚΝΑ ΘΡΕΠΤΕΟΝ. Ὃ δέ μοι δοκεῖ δεινότατον, οὐδὲ πενίαν ἔνιοι προφασίζεσθαι ἔχοντες, ἀλλ’ εὔποροι χρημάτων ὄντες, τινὲς δὲ καὶ πλούσιοι, τολμῶσιν ὅμως τὰ ἐπιγινόμενα τέκνα μὴ τρέφειν, ἵνα τὰ προγενόμενα εὐπορῇ μᾶλλον, ἐξ ἀνοσίου μηχανώμενοι τὴν εὐπορίαν τοῖς παισίν [ἐξ ἀδελφῶν φόνου]· οἵ γε ἀναιροῦσιν αὐτῶν τοὺς ἀδελφούς, ἵν’ ἐκεῖνοι μερίδα μείζω τῶν πατρῴων ἔχωσι· κακῶς εἰδότες, ὅσῳ κρεῖττον 〈τὸ〉 πολλοὺς ἔχειν ἀδελφοὺς τοῦ πολλὰ ἔχειν χρήματα. χρήματα μὲν γὰρ ἐπιβουλὰς ἐγείρει παρὰ τῶν πλησίον· οἱ δ’ ἀδελφοὶ τοὺς ἐπιβούλους ἀνείργουσι. καὶ τὰ μὲν αὐτὰ δεῖται βοηθείας· οἱ δ’ ἀδελφοὶ βοηθοί εἰσι κράτιστοι. καὶ οὔτε φίλον ἀγαθὸν ἀδελφῷ παρὰ τὸν † ἀπὸ ἀνθρώπων ἑτέρων ὁμοίων τε καὶ ἴσων τῇ ἀπ’ ἀδελφῶν. τί δ’ ἄν τις παραβάλοι καλὸν εὐνοίᾳ τῇ ἐξ ἀδελφοῦ εἰς ἀσφαλείας λόγον; τίνα δὲ κοινωνὸν ἀγαθῶν εὐμενέστερον σχοίη τις ἂν ἢ ἀδελφὸν ἐπιεικῆ; τίνος δὲ παρουσίαν ἐν συμφοραῖς μᾶλλον ποθήσειεν ἂν ἢ τοιούτου ἀδελφοῦ; ἐγὼ μὲν ἀξιοζηλότατον ἡγοῦμαι τὸν ἐπὶ πλήθει ἀδελφῶν ὁμονοούντων βιοῦντα· καὶ θεοφιλέστατον εἶναι νομίζω τὸν ἄνδρα τοῦτον οἴκοθεν ἔχοντα τἀγαθά. διὸ καὶ νομίζω δεῖν ἕκαστον ἡμῶν τοῖς αὑτοῦ παισὶ πειρᾶσθαι χρημάτων μᾶλλον ἀπολείπειν ἀδελφούς, ὡς ἀφορμὰς ἀγαθῶν ἀπολείψοντα μείζονας. ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΝΤΑ ΠΕΙΣΤΕΟΝ ΤΟΙΣ ΓΟΝΕΥΣΙΝ. Νεανίας τις, ὃν ὁ πατὴρ φιλοσοφεῖν βουλόμενον ἐκώλυεν, ἤρετο αὐτὸν ὧδέ πως· Ἆρά γε, ὦ Μουσώνιε, χρὴ πάντα πείθεσθαι τοῖς γονεῦσιν, ἢ ἔστιν ἃ καὶ παρακουστέον αὐτῶν; Καὶ ὁ Μουσώνιος· Πείθεσθαι μέν, ἔφη, μητρὶ ἢ πατρὶ τῷ ἑαυτοῦ ἕκαστον φαίνεται καλόν, καὶ · ἐπαινῶ ἔγωγε. τί μέντοι τὸ πείθεσθαί ἐστι, θεασώμεθα· μᾶλλον δὲ πρότερον τὸ ἀπειθεῖν ὁποῖόν τι, καὶ ὁ ἀπειθὴς ὅστις, καταμάθωμεν, εἶθ’ οὕτως κρεῖττον ὀψόμεθα τὸ πείθεσθαι ὁποῖόν τί ἐστι. φέρε δή, εἰ ὑῷ νοσοῦντι ὁ πατὴρ οὐκ ὢν ἰατρὸς οὐδὲ ἔμπειρος ὑγιεινῶν τε καὶ νοσερῶν προστάττοι τι ὡς ὠφέλιμον, τὸ δὲ εἴη βλαβερὸν καὶ ἀσύμφορον, καὶ μὴ λανθάνοι τὸν νοσοῦντα τοιοῦτον ὄν, ἆρά γε μὴ πράττων ἐκεῖνος τὸ προσταχθὲν ἀπειθεῖ τε καὶ ἀπειθής ἐστιν; ἀλλ’ οὐκ ἔοικεν. τί δέ, εἴ του ὁ πατὴρ νοσῶν αὐτὸς οἶνον ἢ τροφὴν αἰτοίη παρὰ καιρόν, μέλλων εἰ λάβοι μείζω τὴν νόσον ποιεῖν, ὁ δὲ παῖς τοῦτο εἰδὼς μὴ διδοίη, ἆρά γε ἀπειθεῖ τῷ πατρί; οὐκ ἔστιν εἰπεῖν. καὶ πολύ γε τούτου ἧττον ἐκεῖνον, οἶμαι, φαίη ἄν τις ἀπειθῆ εἶναι, ὅστις πατέρα φιλοκερδῆ ἔχων, κελευόμενος ὑπ’ αὐτοῦ κλέπτειν ἢ παρακαταθήκην ἀποστερεῖν, οὐχ ὑπουργεῖ τῷ προστάγματι. ἢ οὐκ οἴει σύ τινας εἶναι πατέρας, οἳ τοιαῦτα τοῖς ἑαυτῶν παισὶ προστάττουσιν; ἐγὼ μὲν γὰρ οἶδά τινα οὕτω πονηρόν, ὅς γε υἱὸν ἔχων ὡραῖον τὴν ὥραν ἀπέδοτο αὐτοῦ. εἰ οὖν ἐκεῖνο τὸ μειράκιον τὸ πεπραμένον, πεμπόμενον ὑπὸ τοῦ πατρὸς ἐπὶ τὴν αἰσχύνην, ἀντέλεγε καὶ οὐκ ἀπῄει, πότερον ἀπειθὲς ἂν τὸ μειράκιον ἔφαμεν εἶναι ἢ σωφρονεῖν; ἢ οὐδὲ ἐρωτᾶν τοῦτό γε ἄξιον; καὶ γὰρ δὴ τὸ μὲν ἀπειθεῖν καὶ ὁ ἀπειθὴς λοιδορία ἐστὶ καὶ ὄνειδος· τὸ δὲ μὴ πράττειν ἃ μὴ χρὴ οὐκ ὄνειδος, ἀλλ’ ἔπαινος. ὥστε εἴτε πατρὸς εἴτε ἄρχοντος εἴτε καὶ νὴ Δία δεσπότου προστάγματι μὴ ὑπουργεῖ τις. κακὰ προστάττοντος ἢ ἄδικα ἢ αἰσχρά, οὐκ ἀπειθεῖ οὐδαμῶς, ὥσπερ οὐδ’ ἀδικεῖ οὐδ’ ἁμαρτάνει· ἀλλ’ ἐκεῖνος ἀπειθεῖ μόνος ὁ τῶν εὖ καὶ καλῶς καὶ συμφερόντως προσταττομένων ἀφροντιστῶν καὶ παρακούων. ὁ μὲν οὖν ἀπειθὴς τοιοῦτός τίς ἐστιν· ὁ δ’ εὐπειθὴς ἔχει μὲν ἐναντίως τούτῳ καὶ ἔστιν ἐναντίος, εἴη δ’ ἂν ὁ τῷ τὰ προσήκοντα παραινοῦντι κατήκοος ὢν καὶ ἑπόμενος ἑκουσίως, οὗτος εὐπειθής. ὅθεν καὶ γονεῦσι τοῖς ἑαυτοῦ τότε πείθεταί τις, ὅταν χρηστὰ παραινούντων αὐτῶν ταῦτα πράττῃ ἑκών. ἐγὼ μέντοι κἂν μὴ παραινούντων τῶν γονέων πράττῃ τις ἃ χρὴ καὶ συμφέρει αὑτῷ, φημὶ τοῦτον πείθεσθαι τοῖς γονεῦσιν· καὶ ὅτι ὀρθῶς φημι, σκόπει οὕτως. ὁ γὰρ δὴ πράττων ἃ βούλεται ὁ πατὴρ καὶ τῇ βουλήσει τοῦ πατρὸς ἑπόμενος πείθεται, οἶμαι, τῷ πατρί· ὁ δὲ πράττων ἃ δεῖ καὶ ἃ κρεῖττόν ἐστι, τῇ βουλήσει ἕπεται τοῦ πατρός. τίνα τρόπον; ὅτι πάντες οἱ γονεῖς εὐνοοῦσι δήπου τοῖς ἑαυτῶν παισίν, εὐνοοῦντες δὲ βούλονται ἃ χρὴ καὶ συμφέρει πράττεσθαι ὑπ’ αὐτῶν. ὅστις οὖν πράττει τὰ προσήκοντα καὶ τὰ συμφέροντα, πράττει οὗτος ἃ βούλονται οἱ γονεῖς. ὥστε πείθεται τοῖς γονεῦσι ταῦτα πράττων, κἂν μὴ τῷ λόγῳ κελεύωσιν αὐτὰ πράττειν οἱ γονεῖς. τοῦτο δὴ μόνον προσήκει σκοπεῖν, ὅστις βούλεται πείθεσθαι τοῖς γονεῦσιν ἐφ’ ἑκάστῳ τῶν πραττομένων, εἰ καλὸν καὶ συμφέρον ὃ μέλλει πράξειν ἐστίν, ἕτερον δὲ οὐδέν, ὡς ἂν ὑπάρχῃ τοιοῦτον εὐθὺς καὶ τοῦ πράττοντος αὐτὸ πειθομένου τοῖς γονεῦσιν. μὴ τοίνυν σύ γε δείσῃς, ὦ νεανίσκε, ὡς ἀπειθήσεις τῷ πατρί, ἂν ἢ ἃ 〈μὴ〉 προσήκει δρᾶν κελεύοντος τοῦ πατρὸς ἀπέχῃ τοῦ ταῦτα δρᾶν, ἢ ἃ προσήκει ἀπαγορεύοντος, ⟨τοῦ⟩ ταῦτα μὴ δρᾶν. μηδέ σοι πρόφασις ἔστω τοῦ ἁμαρτάνειν ὁ πατὴρ ἢ κελεύων τι τῶν πράττεσθαι μὴ καλῶν ἢ ἀπαγορεύων τι τῶν καλῶν. οὐδεμία γὰρ ἀνάγκη σοι τὰ μὴ εὖ προσταττόμενα ὑπουργεῖν· καὶ τοῦτό μοι δοκεῖς οὐδ’ αὐτὸς ἀγνοεῖν. οὔκουν ἀνέξῃ τοῦ πατρὸς ἐν μουσικοῖς, ἐὰν ἐκεῖνος οὐκ ἐπαΐων μουσικῆς προστάττῃ κρούειν ἀμούσως τὴν λύραν, ἢ ἐπιστάμενον γράμματα οὐκ ἐπιστάμενος κελεύῃ σε γράφειν καὶ ἀναγινώσκειν μὴ ὡς ἔμαθες, ἀλλ’ ἑτέρως· οὐδέ γε ἂν ἐπιστάμενον κυβερνᾶν οὐκ ὢν κυβερνητικὸς κελεύῃ σε κινεῖν τὸ πηδάλιον ὡς οὐ προσήκει, οὐ προσέξεις αὐτῷ. τί οὖν; ταῦτα μὲν ταύτῃ ἔχει· ἂν δέ σε κωλύῃ φιλοσοφεῖν ὁ πατὴρ εἰδότα καὶ ἀκηκοότα ὁποῖόν τι φιλοσοφία ἐστίν, αὐτὸς ἀγνοῶν, ἆρά γε προσεκτέον αὐτῷ, ἢ μεταδιδακτέον μᾶλλον αὐτὸν ὡς οὐκ εὖ σοι παραινεῖ; ἐμοὶ μὲν οὕτω δοκεῖ. τάχα μὲν οὖν τις καὶ λόγῳ χρώμενος μόνῳ πείσειεν ἂν τὸν αὐτὸς αὑτοῦ πατέρα διανοεῖσθαι ᾗ προσήκει περὶ φιλοσοφίας, ἄν γε μὴ τέλεον ᾖ σκληρὸς τὴν φύσιν ὁ πατήρ. εἰ δ’ οὖν μὴ πείθοιτο τῷ λόγῳ μηδὲ ἕποιτο, ἀλλὰ τά γε ἔργα πάντως τὰ τοῦ παιδὸς ὑπάξεται αὐτόν, εἰ φιλοσοφεῖ τῇ ἀληθείᾳ ὁ παῖς. ἔσται γὰρ δὴ φιλοσοφῶν προθυμότατος μὲν θεραπεύειν τὸν πατέρα θεραπείαν ἅπασαν, κοσμιώτατος δὲ καὶ πρᾳότατος, ἐν τῇ συνουσίᾳ ἥκιστα φίλερις ὢν ἢ φίλαυτος καὶ οὔτε προπετὴς οὔτε ταραχώδης οὔτ’ ὀργίλος· ἔτι δὲ ἐγκρατὴς μὲν εἴη ἂν γλώσσης, γαστρός, ἀφροδισίων, καρτερικὸς δὲ πρὸς τὰ δεινὰ καὶ τοὺς πόνους· καὶ νοῆσαι μὲν ὅ τι καλὸν ἱκανώτατος, οὐχ ὑπερβαίνων δὲ τὸ φαινόμενον καλόν. ὅθεν καὶ τῶν μὲν ἡδέων ὑφήσεται τῷ πατρὶ πάντων ἑκών· τὰ δὲ ἐπίπονα πρὸ ἐκείνου δέξεται αὐτός. τοιοῦτον οὖν υἱὸν τίς μὲν οὐκ ἂν ἔχειν εὔξαιτο τοῖς θεοῖς; τίς δὲ ἔχων οὐκ〈ἂν〉 ἀγαπήσειεν, δι’ ὃν ὑπάρξειεν αὐτῷ ζηλωτὸν εἶναι καὶ μακαριστὸν πατέρα παρὰ τοῖς εὖ φρονοῦσι πᾶσιν; εἰ δ’ οὖν, ὦ νεανίσκε, καὶ τοιοῦτος ὤν, ὁποῖος ἔσῃ πάντως ἄν γε ἀληθῶς φιλοσοφῇς, οὐχ ὑπάξῃ τὸν πατέρα τὸν σὸν οὐδὲ πείσεις ἐπιτρέπειν σοι καὶ συγχωρεῖν ταῦτα πράττειν, ἐκεῖνο λόγισαι· ὁ πατὴρ ὁ σὸς κωλύει σε φιλοσοφεῖν· ὁ δέ γε κοινὸς ἁπάντων πατὴρ ἀνθρώπων τε καὶ θεῶν Ζεὺς κελεύει σε καὶ προτρέπει. πρόσταγμά τε γὰρ ἐκείνου καὶ νόμος ἐστὶ τὸν ἄνθρωπον εἶναι δίκαιον, χρηστόν, εὐεργετικόν, σώφρονα, μεγαλόφρονα, κρείττω πόνων, κρείττω ἡδονῶν, φθόνου παντὸς καὶ ἐπιβουλῆς ἁπάσης καθαρόν· ἵνα δὲ συντεμὼν εἴπω, ἀγαθὸν εἶναι κελεύει τὸν ἄνθρωπον ὁ νόμος ὁ τοῦ Διός. τὸ δέ γε εἶναι ἀγαθὸν τῷ φιλόσοφον εἶναι ταὐτόν ἐστιν. εἰ δὴ τῷ πείθεσθαι 〈τῷ⟩ πατρὶ τῷ ἀνθρώπῳ ἕπεσθαι μέλλεις, εἰ δὲ φιλοσοφοίης, τῷ Διΐ, δῆλον ὡς φιλοσοφητέον σοι μᾶλλον, ἢ οὔ. ἀλλὰ νὴ Δία εἴρξει σε ὁ πατὴρ καὶ κατακλείσας ἕξει, ἵνα δὴ μὴ φιλοσοφῇς. ταῦτα μὲν ποιήσει ἴσως, τοῦ δέ γε φιλοσοφεῖν οὐκ ἀπείρξει σε μὴ βουλόμενον· οὐ γὰρ χειρὶ ἢ ποδὶ φιλοσοφοῦμεν οὐδὲ τῷ ἄλλῳ σώματι, ψυχῇ δὲ καὶ ταύτης ὀλίγῳ μέρει, ὃ δὴ διάνοιαν καλοῦμεν. ταύτην γε μὴν ἐν ὀχυρωτάτῳ ἵδρυσεν ὁ θεὸς ὥστε ἀόρατον εἶναι καὶ ἄληπτον, καὶ ἀνάγκης πάσης ἐκτὸς ἐλευθέραν καὶ αὐτεξούσιον. ἄλλως τε ἐὰν τύχῃ οὖσα χρηστή, οὐ δυνήσεταί σε κωλύειν ὁ πατὴρ οὔτε χρῆσθαι τῇ διανοίᾳ οὔτε ἃ χρὴ διανοεῖσθαι οὔτε ἀρέσκεσθαι μὲν τοῖς καλοῖς, μὴ ἀρέσκεσθαι δὲ τοῖς αἰσχροῖς· οὐδ’ αὖ τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἐκκλίνειν. ταῦτα μὲν ποιῶν εὐθὺς φιλοσοφοίης ἄν, καὶ οὔτε τρίβωνα πάντως ἀμπέχεσθαι δεήσει σε οὔτε ἀχίτωνα διατελεῖν, οὐδὲ κομᾶν, οὐδ’ ἐκβαίνειν τὸ κοινὸν τῶν πολλῶν. πρέπει μὲν γὰρ καὶ ταῦτα τοῖς φιλοσόφοις· ἀλλ’ οὐκ ἐν τούτοις τὸ φιλοσοφεῖν ἐστιν, ἀλλ’ ἐν τῷ φρονεῖν ἃ χρὴ καὶ διανοεῖσθαι. ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΤΙ ΑΡΙΣΤΟΝ ΓΗΡΩΣ ΕΦΟΔΙΟΝ. Αὖθις δέ, ἐπεὶ πρεσβύτης τις ἐπύθετο, τί ἂν εἴη γήρως ἐφόδιον ἄριστον, ταὐτόν, εἶπεν, ὅπερ καὶ νεότητος, τὸ ζῆν ὁδῷ καὶ κατὰ φύσιν. τοῦτο δὲ μάλιστ’ ἂν οὕτω μάθοις ὁποῖόν τί ἐστιν, εἰ ἐννοήσαις τὴν τοῦ ἀνθρώπου φύσιν ὡς οὐ πρὸς ἡδονὴν γέγονεν. οὐδὲ γὰρ ἵππος οὐδὲ κύων οὐδὲ βοῦς, ἅπερ ἀτιμότερα πολὺ ἀνθρώπου ἐστίν, οὐ πρὸς ἡδονὴν γέγονεν· οὐδὲ γὰρ νομισθείη ἂν τυγχάνειν τοῦ ἑαυτοῦ τέλους ἵππος ἐσθίων μὲν καὶ πίνων καὶ ὀχεύων ἀνέδην, πράττων δὲ μηδὲν ὧν ἵππῳ προσήκει· οὐδέ γε κύων ἡδόμενος μὲν ὥσπερ ὁ ἵππος ἁπάσας ἡδονάς, πράττων δὲ μηδὲν ἀφ’ ὧν ἀγαθοὶ νομίζονται εἶναι κύνες· οὐδὲ μὴν ἄλλο ζῷον ὁτιοῦν ἔργου μὲν τοῦ προσήκοντος αὐτῷ στερόμενον, ἡδονῶν δ’ ἐμπιπλάμενον· οὐδὲν οὖν οὕτως ζῆν ἂν λέγοιτο κατὰ φύσιν, ἀλλ’ ὅ τι ἂν μάλιστα τὴν ἀρετὴν ἐμφανίζῃ, δι’ ὧν πράττει κατὰ τὴν ἑαυτοῦ φύσιν. ἄγει γὰρ ἡ ἑκάστου φύσις ἕκαστον πρὸς τὴν ἀρετὴν τὴν ἐκείνου· ὥστε καὶ τὸν ἄνθρωπον εἰκὸς οὐχ ὅταν ἐν ἡδονῇ βιοῖ, τότε κατὰ φύσιν βιοῦν, ἀλλ’ ὅταν ἐν ἀρετῇ. τότε γὰρ καὶ ἐπαινεῖσθαι δικαίως ὑπάρχοι ἂν αὐτῷ καὶ μέγα φρονεῖν ἐφ’ αὑτῷ καὶ εὔελπιν καὶ θαρραλέον εἶναι, οἷς εὐφροσύνην τε καὶ χαρὰν βεβαίαν ἕπεσθαι ἀναγκαῖον. καθόλου δὲ ἄνθρωπος μίμημα μὲν θεοῦ μόνον τῶν ἐπιγείων ἐστίν, ἐκείνῳ δὲ παραπλησίας ἔχει τὰς ἀρετάς· ἐπεὶ μηδ’ ἐν θεοῖς μηδὲν ὑπονοῆσαι κρεῖττον ἔχομεν φρονήσεως καὶ δικαιοσύνης, ἔτι δὲ ἀνδρείας καὶ σωφροσύνης. ὥσπερ οὖν ὁ θεὸς διὰ τὴν παρουσίαν τούτων τῶν ἀρετῶν ἀήττητος μὲν ἡδονῆς, ἀήττητος δὲ πλεονεξίας, κρείττων δὲ ἐπιθυμίας, κρείττων δὲ φθόνου καὶ ζηλοτυπίας, μεγαλόφρων δὲ καὶ εὐεργετικὸς καὶ φιλάνθρωπος· τοιοῦτον γὰρ ἐπινοοῦμεν τὸν θεόν· οὕτω καὶ τὸ ἐκείνου μίμημα τὸν ἄνθρωπον ἡγητέον, ὅταν ἔχῃ κατὰ φύσιν, ὁμοίως ἔχειν, καὶ οὕτως ἔχοντα εἶναι ζηλωτόν· ὢν δὲ ζηλωτὸς εὐθὺς ἂν εἴη καὶ εὐδαίμων· οὐ γὰρ ἄλλους γέ τινας ἢ τοὺς εὐδαίμονας ζηλοῦμεν. καὶ μὴν οὐκ ἀδύνατον γενέσθαι τοιοῦτον ἄνθρωπον· οὐ γὰρ ἑτέρωθέν ποθεν ταύτας ἐπινοῆσαι τὰς ἀρετὰς ἔχομεν ἢ ἀπ’ αὐτῆς τῆς ἀνθρωπείας φύσεως, ἐντυχόντες ἀνθρώποις τοιοῖσδέ τισιν, οἵους ὄντας αὐτοὺς θείους καὶ θεοειδεῖς ὠνόμαζον. εἰ μὲν οὖν τις τύχοι πρότερον ἔτι νέος ὢν παιδείας ὀρθῆς ἐπιμέλειαν πεποιημένος, καὶ τὰ μὲν ὅσα μαθημάτων ἔχεται καλῶν μεμαθηκὼς οὐκ ἐνδεῶς, τὰ δὲ ἀσκητὰ ἠσκηκὼς ἱκανῶς, οὗτος ἂν ἐν γήρᾳ ταῖς ἐνούσαις ἑαυτῷ χρώμενος ἀφορμαῖς ζῴη κατὰ φύσιν, καὶ ἀλύπως μὲν φέροι τὴν στέρησιν τῶν ἡδονῶν τῶν ἐπὶ νεότητος, ἀλύπως δ’ ἔχοι τῇ παρούσῃ τοῦ σώματος ἀδυναμίᾳ, δυσκολαίνοι δ’ οὐκ ἂν οὔτε καταφρονούμενος ὑπὸ τῶν πλησίον οὔτ’ ἀμελούμενος ὑπὸ τῶν οἰκείων καὶ φίλων, ἅτε πρὸς ταῦτα πάντα ἀλεξιφάρμακον ἔχων καλὸν ἐπὶ τῇ διανοίᾳ τῇ ἑαυτοῦ, τὴν παιδείαν τὴν ὑπάρχουσαν. εἰ δέ τις εἴη παιδείας μὲν ἐνδεέστερον μετεσχηκώς, προθυμίαν δὲ παρέχοιτο πρὸς τὰ κρείττω, καὶ πείθεσθαι δύναιτο τοῖς εὖ λεγομένοις, οὗτος ἂν εὖ ποιοίη ζητῶν λόγων ἀκούειν ὑποθετικῶν παρὰ τῶν πεποιημένων ἔργον εἰδέναι τίνα μὲν βλαβερά, τίνα δὲ ὠφέλιμα ἀνθρώποις, καὶ τίνα δὴ τρόπον τὰ μὲν ἐκφεύγοι, τὰ δὲ κτῷτο, καὶ πῶς ἂν τὰ μὴ ὄντα μὲν κακά, δοκοῦντα δέ, προσιόντα πρᾴως δέχοιτο. τούτων δὲ ἀκούων καὶ πειθόμενος (ὡς τό γε ἀκούειν ἀπειθῶς ἀκερδέστατον) διαθεῖτ’ ἂν τὸ γῆρας καλῶς τά τε ἄλλα καὶ τὸν τοῦ θανάτου φόβον ἐξαιρεθείη ἄν, ὃς μάλιστα θορυβεῖ τε καὶ πιέζει τοὺς γέροντας, ὥσπερ ἐπιλελησμένους ὅτι παντὶ θνητῷ θάνατος ὀφείλεται. καὶ τό γε ἀθλιώτατον ποιοῦν τὸν βίον τοῖς γέρουσιν αὐτὸ τοῦτό ἐστιν, ὁ τοῦ θανάτου φόβος· ὥσπερ ἀμέλει καὶ ὁ ῥήτωρ Ἰσοκράτης ἀνωμολογήσατο. φασὶ γὰρ ἐκεῖνον, ἐρωτήσαντός τινος ὅπως διάγει, εἰπεῖν, ὅτι οὕτως ὥσπερ εἰκὸς τὸν ἐνενήκοντα μὲν γεγονότα ἔτη, κακῶν δὲ ἔσχατον νομίζοντα εἶναι τὸν θάνατον. καί τοι πῶς ἐκείνῳ τι παιδείας μετῆν ἢ γνώσεως τῶν ἀλη〈θῶς ἀγα〉θῶν ἢ κακῶν, ὃς ὑπελάμβανεν εἶναι κακὸν τὸ ἐξ ἀνάγκης ἑπόμενον βίῳ τῷ ἀρίστῳ; εἴ γε ἄριστος βίος ὁ τοῦ ἀγαθοῦ ἀνδρός, πέρας δὲ καὶ τούτου θάνατος. ὃ δ’ οὖν εἶπον, εἰ τοῦτο περιποιήσαιτό τις ἐν γήρᾳ, τὸ προσδέχεσθαι τὸν θάνατον ἀφόβως καὶ θαρραλέως, οὐ μικρὸν ἂν πρὸς τὸ ζῆν ἀλύπως καὶ κατὰ φύσιν εἴη πεπορισμένος· κτήσαιτο δ’ ἂν τοῦτο συνὼν τοῖς οὐκ ὀνόματι μόνον ἀλλ’ ἀληθῶς φιλοσόφοις, ἄν γε καὶ πείθεσθαι θέλῃ αὐτοῖς. ἐγὼ μὲν οὖν φημὶ γήρως ἐφόδιον εἶναι κράτιστον, ὃ δὴ καὶ ἀρχόμενος τοῦ λόγου εἶπον, τὸ ζῆν κατὰ φύσιν ἃ χρὴ πράττοντα καὶ διανοούμενον. οὕτω γὰρ ἂν καὶ εὐθυμότατος εἴη ὁ γέρων καὶ ἐπαινετώτατος, ταῦτα δὲ ἔχων εὐπότμως καὶ ἐντίμως βιῴη ἄν. εἰ δέ τις οἴεται μέγιστον εἶναι παραμύθιον τοῖς γέρουσι τὸν πλοῦτον, καὶ τοῦτον αὐτοῖς παρέχειν ἀλύπως βιοῦν, κακῶς οἴεται· πλοῦτος γὰρ ἡδονὰς μὲν οἷός τε παρέχειν ἀνθρώποις ἐστὶ τὰς ἀπὸ σίτων καὶ ποτῶν καὶ ἀφροδισίων καὶ ἄλλων ὁμοίων, οὔτε δὲ εὐθυμίαν οὔτε ἀλυπίαν οὐδαμῶς τῷ κεκτημένῳ παράσχοι ἄν. μάρτυρες δὲ πολλοὶ τῶν πλουσίων λυπούμενοι καὶ ἀθυμοῦντες καὶ ἀθλίους νομίζοντες εἶναι αὑτούς. διόπερ οὐδὲ ἐπικούρημα γήρως καλὸν ὁ πλοῦτος εἴη ἄν. ΜΟΥΣΩΝΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΤΡΟΦΗΣ. Περὶ δὲ τροφῆς εἰώθει μὲν πολλάκις λέγειν καὶ πάνυ ἐντεταμένως ὡς οὐ περὶ μικροῦ πράγματος οὐδ’ εἰς μικρὰ διαφέροντος· ᾤετο γὰρ ἀρχὴν καὶ ὑποβολὴν τοῦ σωφρονεῖν εἶναι τὴν ἐν σίτοις καὶ ποτοῖς ἐγκράτειαν. ἅπαξ δέ ποτε τῶν ἄλλων ἀφέμενος λόγων, οὓς ἑκάστοτε διεξῄει, τοιάδε τινὰ εἶπεν· ὡς χρὴ καθάπερ τὴν εὐτελῆ τῆς πολυτελοῦς τροφὴν προτιμᾶν καὶ τὴν εὐπόριστον τῆς δυσπορίστου, οὕτω καὶ τὴν σύμφυλον ἀνθρώπῳ τῆς μὴ τοιαύτης· εἶναι δὲ σύμφυλον ἡμῖν τὴν ἐκ τῶν φυομένων ἐκ γῆς, ὅσα τε σιτώδη ὄντα καὶ ὅσα μὴ τοιαῦτα ὄντα δύναται τρέφειν οὐ κακῶς τὸν ἄνθρωπον· καὶ τὴν ἀπὸ τῶν ζῴων οὐκ ἀναιρουμένων, ἄλλως δὲ χρησιμευόντων. τούτων δὲ τῶν βρωμάτων ἐπιτηδειότατα μὲν οἷς αὐτόθεν χρῆσθαι ὑπάρχει δίχα πυρός, ἐπεὶ καὶ ἑτοιμότατα· οἷα δὴ τά τε ὡραῖα καὶ τῶν λαχάνων ἔνια καὶ γάλα καὶ τυρὸς καὶ κηρία. καὶ ὅσα μέντοι δεῖται πυρὸς ἢ σιτώδη ἢ λαχανώδη ὄντα, καὶ ταῦτ’ οὐκ ἀνεπιτήδεια, ἀλλὰ σύμφυλα ἀνθρώπῳ πάντα. τὴν μέντοι κρεώδη τροφὴν θηριωδεστέραν ἀπέφηνε καὶ τοῖς ἀγρίοις ζῴοις προσφορωτέραν. εἶναι δὲ ταύτην ἔλεγε καὶ βαρυτέραν καὶ τῷ νοεῖν τι καὶ φρονεῖν ἐμπόδιον· τὴν γὰρ ἀναθυμίασιν τὴν ἀπ’ αὐτῆς θολωδεστέραν οὖσαν ἐπισκοτεῖν τῇ ψυχῇ· παρὸ καὶ βραδυτέρους φαίνεσθαι τὴν διάνοιαν τοὺς πλείονι ταύτῃ χρωμένους. δεῖν δὲ τὸν ἄνθρωπον, ὥσπερ συγγενέστατον τοῖς θεοῖς τῶν ἐπιγείων ἐστίν, οὕτω καὶ ὁμοιότατα τρέφεσθαι τοῖς θεοῖς. ἐκείνοις μὲν οὖν ἀρκεῖν τοὺς ἀπὸ γῆς καὶ ὕδατος ἀναφερομένους ἀτμούς, ἡμᾶς δ’ ὁμοιοτάτην ταύτῃ προσφέρεσθαι τροφὴν ἂν εἶπεν τὴν κουφοτάτην καὶ καθαρωτάτην· οὕτω δ’ ἂν καὶ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν καθαράν τε καὶ ξηράν, ὁποία οὖσα ἀρίστη καὶ σοφωτάτη εἴη ἄν, καθάπερ Ἡρακλείτῳ δοκεῖ λέγοντι οὕτως αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη · νῦν δέ, ἔφη, πολὺ χεῖρον ἡμεῖς τῶν ἀλόγων ζῴων τρεφόμεθα. τὰ μὲν γάρ, εἰ καὶ σφόδρα τῇ ἐπιθυμίᾳ ὥσπερ μάστιγί τινι ἐλαυνόμενα φέρεται πρὸς τὴν τροφήν, ὅμως τοῦ γε πανουργεῖν περὶ τὰ βρώματα καὶ τοῦ τεχνιτεύειν ἀπήλλακται, ἀρκούμενα τοῖς παραπεσοῦσι καὶ πλησμονὴν θηρώμενα μόνον, προσωτέρω δ’ οὐδέν. ἡμεῖς δὲ τέχνας καὶ μηχανὰς ποικίλας ἐπινοοῦμεν, ὥστε τὴν ἐδωδὴν τῆς τροφῆς ἐφηδύνειν καὶ τὴν κατάποσιν κολακεύειν μειζόνως. εἰς τοῦτο δὲ προεληλύθαμεν λιχνείας καὶ ὀψοφαγίας, ὥστε καθάπερ μουσικὰ καὶ ἰατρικὰ οὕτω καὶ μαγειρικὰ πεποίηνταί τινες συγγράμματα, ἃ τὴν μὲν ἡδονὴν καὶ πάνυ αὔξει τὴν ἐν τῷ φάρυγι, τὴν δ’ ὑγίειαν διαφθείρει. πολὺ γοῦν κάκιον διακειμένους ὁρᾶν ἔστι τὰ σώματα τοὺς περὶ τὰ βρώματα τρυφῶντας, ὧν εἰσιν ἔνιοι παραπλήσιοι ταῖς κιττώσαις γυναιξίν· καὶ γὰρ οὗτοι, καθάπερ ἐκεῖναι, τὰ συνηθέστατα τῶν βρωμάτων δυσχεραίνουσι καὶ τοὺς στομάχους διεφθαρμένους ἔχουσιν. ὅθεν ὥσπερ ὁ ἀχρεῖος σίδηρος συνεχῶς δεῖται στομώσεως, οὕτω καὶ οἱ ἐκείνων στόμαχοι ἐν τῷ ἐσθίειν συνεχὲς στομοῦσθαι θέλουσιν ἢ ὑπὸ ἀκράτου ἢ ὑπὸ ὄξους ἢ ὑπὸ βρώματός τινος στρυφνοῦ. ἀλλ’ οὐχὶ ὁ Λάκων τοιοῦτος, ὃς ἰδών τινα, παρακειμένου αὐτῷ ὀρνιθίου τῶν πιόνων καὶ πολυτελῶν, ὑπὸ τρυφῆς ἀναινόμενον φαγεῖν αὐτὸ καὶ φάσκοντα μὴ δύνασθαι, ἀλλ’ ἐγώ ἔφη καὶ γυπὸς δύναμαι καὶ τόργου . Ζήνων δέ γε ὁ Κιτιεὺς οὐδὲ νοσῶν ᾤετο δεῖν τροφὴν προσφέρεσθαι τρυφερωτέραν, ἀλλ’ ἐπεὶ ὁ θεραπεύων ἰατρὸς ἐκέλευεν αὐτὸν φαγεῖν νεοττὸν περιστερᾶς, οὐκ ἀνασχόμενος ὡς Μάνην ἔφη με θεράπευε . ἠξίου γάρ, οἶμαι, μηδὲν μαλακώτερον ἐν τῇ θεραπείᾳ γίνεσθαι αὐτῷ ἢ τῶν δούλων τινὶ νοσοῦντι· καὶ γὰρ εἰ ἐκεῖνοι θεραπεύεσθαι δύνανται δίχα τοῦ τροφὴν λαμβάνειν πολυτελεστέραν, δύνασθαι ἂν καὶ ἡμᾶς. δεῖ γὰρ μηδαμῶς τὸν ἀγαθὸν ἄνδρα δούλου μηδενὸς εἶναι μαλακώτερον. διόπερ ὁ Ζήνων εἰκότως ἠξίου εὐλαβεῖσθαι τὴν πολυτέλειαν ἐν τῇ τροφῇ καὶ μηδ’ ἐπ’ ὀλίγον ἐνδιδόναι πρὸς τὸ τοιοῦτον· ἐπείπερ ὁ ἐνδοὺς ἅπαξ προέλθοι ἂν ἐπὶ πλεῖστον, ἅτε τῆς ἡδονῆς πολλὴν ἐχούσης αὔξησιν ἔν τε πόμασι καὶ βρώμασι. Ταῦτα μὲν τότε καινότερα ἔδοξεν ἡμῖν εἰπεῖν περὶ τροφῆς, ὧν εἰώθει λέγειν ἑκάστοτε.