ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΤΙΣ Ο ΦΙΟΛΟΣΟΦΩΙ ΠΡΟΣΗΚΩΝ ΠΟΡΟΣ. Ἔστι καὶ ἕτερος πόρος οὐδὲν τούτου κακίων, τάχα δὲ καὶ ἀμείνων νομισθεὶς ἂν οὐκ ἀλόγως ἀνδρί γ’ εὐρώστῳ τὸ σῶμα, ὁ ἀπὸ γῆς, ἄν τ’ οὖν ἰδίαν ἔχῃ τις ἄν τε καὶ μή. πολλοὶ γὰρ δὴ καὶ ἀλλοτρίαν γῆν γεωργοῦντες, ἢ δημοσίαν ἢ ἰδιωτικήν, δύνανται τρέφειν οὐ μόνον αὑτούς, καὶ τέκνα δὲ καὶ γυναῖκας· ἔνιοί γε δὴ καὶ εἰς ἄγαν ἀπὸ τούτου εὐποροῦσιν, αὐτουργικοὶ καὶ φιλόπονοι ὄντες. ἀμείβεται γὰρ ἡ γῆ κάλλιστα καὶ δικαιότατα τοὺς ἐπιμελομένους αὐτῆς, πολλαπλάσια ὧν λαμβάνει διδοῦσα καὶ ἀφθονίαν παρέχουσα πάντων τῶν ἀναγκαίων πρὸς τὸν βίον τῷ βουλομένῳ πονεῖν, καὶ ταῦτα μὲν σὺν τῷ πρέποντι, σὺν αἰσχύνῃ δ’ οὐδὲν αὐτῶν. οὐ γάρ ἐστιν ἀνθρώπων οὐδεὶς μὴ θρυπτικός γε μηδὲ μαλακὸς ὤν, ὃς ἂν φαίη τῶν γεωργικῶν ἔργων 〈ὁτι〉οῦν αἰσχρὸν ἢ ἀνάρμοστον ἀνδρὶ ἀγαθῷ εἶναι. πῶς μὲν γὰρ οὐ καλὸν τὸ φυτεύειν; πῶς δὲ τὸ ἀροῦν; πῶς δὲ τὸ ἀμπελουργεῖν; τὸ δὲ σπείρειν, τὸ δὲ θερίζειν, τὸ δὲ ἀλοᾶν, οὐ πάντ’ ἐλευθέρια ταῦτα καὶ ἀνδράσιν ἀγαθοῖς πρέποντα; καὶ μὴν τὸ ποιμαίνειν ὥσπερ Ἡσίοδον οὐ κατῄσχυνεν οὐδ’ ἐκώλυεν εἶναι θεοφιλῆ τε καὶ μουσικόν, οὕτως οὐδ’ ἂν ἄλλον οὐδένα κωλύσειεν. ἐμοὶ μὲν δὴ καὶ ἀρεστὸν τοῦτο πάντων τῶν ἐν γεωργίαις ἔργων, ὅτι τῇ ψυχῇ παρέχει σχολὴν πλείονα διανοεῖσθαί τι καὶ ζητεῖν παιδείας ἐχόμενον. ὅσα μὲν γὰρ ἔργα πάνυ ἐντείνει τὸ σῶμα καὶ κάμπτει, ταῦτα καὶ τὴν ψυχὴν ἀναγκάζει πρὸς αὐτοῖς εἶναι μόνοις ἢ μάλιστα συνεντεινομένην τῷ σώματι· ὅσα δὲ τῶν ἔργων ἐφίησι μὴ ἄγαν ἐντετάσθαι τὸ σῶμα, ταῦτ’ οὐκ ἀπείργει τὴν ψυχὴν ἐκλογίζεσθαί τι τῶν κρειττόνων κἀκ τῶν τοιούτων λογισμῶν αὐτὴν αὑτῆς γίνεσθαι σοφωτέραν, οὗ δὴ καὶ μάλιστα πᾶς φιλόσοφος ἐφίεται. διὰ ταῦτ’ ἐγὼ τὴν ποιμενικὴν ἀσπάζομαι μάλιστα· εἴ γε μὴν ἅμα φιλοσοφεῖ τις καὶ γεωργεῖ, οὐκ ἄλλον ἂν παραβάλοιμι τούτῳ βίον οὐδὲ πορισμὸν ἕτερον προτιμήσαιμι ἄν. πῶς μὲν γὰρ οὐ κατἀ φύσιν μᾶλλον ἀπὸ γῆς, ἢ τροφός τε καὶ μήτηρ ἐστὶν ἡμῶν, ἢ ἀπ’ ἄλλου του τρέφεσθαι; πῶς δ’ οὐκ ἀνδρικώτερον τοῦ καθῆσθαι ἐν πόλει, ὥσπερ οἱ σοφισταί, τὸ ζῆν ἐν χωρίῳ; πῶς δ’ οὐχ ὑγιεινότερον τοῦ σκιατροφεῖσθαι τὸ ἔξω διαιτᾶσθαι; τί δέ; ἐλευθεριώτερον αὐτὸν αὑτῷ μηχανᾶσθαι τὰ ἀναγκαῖα ἢ παρ’ ἑτέρων λαμβάνειν; ἀλλὰ φαίνεται τὸ μὴ δεῖσθαι ἄλλου πρὸς τὰς χρείας τὰς αὑτοῦ πολὺ σεμνότερον ἢ τὸ δεῖσθαι. οὕτως ἄρα καλὸν καὶ εὐδαιμονικὸν καὶ θεοφιλὲς τὸ ζῆν ἀπὸ γεωργίας ἐστί, σύν γε τῷ καλοκἀγαθίας μὴ ὀλιγωρεῖν, ὥστε Μύσωνα τὸν Χηναῖον ὁ θεὸς ἀνεῖπε σοφὸν καὶ τὸν Ψωφίδιον Ἀγλαὸν εὐδαίμονα προσηγόρευσε, χωριτικῶς ἑκάτερον αὐτῶν βιοῦντα καὶ αὐτουργίᾳ χρώμενον καὶ τῆς ἐν ἄστει διατριβῆς ἀπεχόμενον. ἆρ’ οὖν οὐκ ἄξιον ζηλοῦν τε καὶ μιμεῖσθαι τούτους καὶ περιέχεσθαι σπουδῇ τοῦ γεωργεῖν; Τί οὖν; οὐ δεινὸν φαίη τις ἂν ἴσως ἄνδρα παιδευτικὸν καὶ δυνάμενον προβιβάζειν νέους εἰς φιλοσοφίαν ἐργάζεσθαι γῆν καὶ τῷ σώματι πονεῖν τοῖς χωρίταις παραπλησίως; ναί. δεινὸν ἂν τοῦτο τῷ ὄντι ἦν, εἴπερ ἐκώλυεν ἡ ἐργασία τῆς γῆς φιλοσοφεῖν ἢ ἄλλους πρὸς φιλοσοφίαν ὠφελεῖν. νῦν δὲ καὶ μᾶλλον ἄν μοι δοκοῦσιν ὠφελεῖσθαι οἱ νέοι οὐκ ἐν πόλει τῷ διδασκάλῳ συνόντες οὐδ’ ἐν τῇ διατριβῇ ἀκούοντες αὐτοῦ λέγοντος, ἀλλ’ ἐργαζόμενον ἐπὶ τῆς ἀγροικίας ὁρῶντες καὶ ἔργῳ ἐνδεικνύμενον ἅπερ ὑφηγεῖται ὁ λόγος, ὅτι χρὴ πονεῖν καὶ κακοπαθεῖν τῷ σώματι μᾶλλον ἢ ἑτέρου δεῖσθαι τοῦ τρέφοντος. τί δὲ τὸ κωλύον ἐστὶ καὶ ἐργαζόμενον [μετὰ] τοῦ διδασκάλου τὸν μαθητὴν ἀκούειν τι ἅμα περὶ σωφροσύνης ἢ δικαιοσύνης ἢ καρτερίας λέγοντος; πολλῶν μὲν γὰρ λόγων οὐ δεῖ τοῖς φιλοσοφήσουσι καλῶς, οὐδὲ τὸν ὄχλον τοῦτον τῶν θεωρημάτων ἀναληπτέον πάντως τοῖς νέοις, ἐφ’ ᾧ φυσωμένους τοὺς σοφιστὰς δρῶμεν· ταῦτα γὰρ δὴ τῷ ὄντι ἱκανὰ κατατρῖψαι βίον ἀνθρώπου ἐστί. τὰ δ’ ἀναγκαιότατα καὶ χρησιμώτατα μαθεῖν οὐκ ἀδύνατον καὶ πρὸς ἐργασίᾳ γεωργικῇ ὄντας, ἄλλως τε καὶ οὐ διὰ παντὸς ἐργασομένους, ἀλλὰ ἀναπαύλαις χρησομένους. ὀλίγοι μὲν οὖν τὸν τρόπον τοῦτον ἐθελήσουσι μανθάνειν, οἶδ’ ἀκριβῶς ἐγώ· ἔστι δὲ ἄμεινον μηδὲ προσιέναι τῷ φιλοσόφῳ τοὺς πλείονας τῶν φιλοσοφεῖν λεγόντων νέων, ὅσοι σαθροί τε καὶ μαλακοί, δι’ οὓς προσιόντας ἀναπίμπλαται κηλίδων φιλοσοφία. τῶν μὲν γὰρ ἀληθινῶν ἐραστῶν φιλοσοφίας οὐκ ἔστιν οὐδείς, ὃς οὐκ ἂν ἐθελήσειε μετ’ ἀνδρὸς ἀγαθοῦ διάγειν ἐν χωρίῳ, καὶ εἰ χαλεπώτατον τύχοι ὂν τὸ χωρίον, μέλλων γε ἀπολαύειν μεγάλα ταύτης τῆς διατριβῆς τῷ συνεῖναι τῷ διδασκάλῳ νύκτωρ καὶ μεθ’ ἡμέραν, τῷ ἀπεῖναι τῶν ἀστικῶν κακῶν, ἅπερ ἐμπόδιον τῷ φιλοσοφεῖν, τῷ μὴ δύνασθαι λανθάνειν εὖ ἢ κακῶς τι ποιῶν, ὃ δὴ μέγιστον τοῖς παιδευομένοις ὄφελος· καὶ ἐσθίειν δὲ καὶ πίνειν καὶ καθεύδειν ἐφορώμενον ὑπ’ ἀνδρὸς ἀγαθοῦ μέγα ὄφελος. ἃ δὲ γένοιτ’ ἂν ἐξ ἀνάγκης ἐν τῇ συνουσίᾳ τῇ κατ’ ἀγρόν, ταῦτα ἐπαινεῖ καὶ Θέογνις ἐν οἷς φησι καὶ μετὰ τῶν σύ γε πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις. ὅτι γε μὴν οὐκ ἄλλους τινὰς ἢ τοὺς ἀγαθοὺς ἄνδρας λέγει μεγάλην ἔχειν δύναμιν πρὸς ἀνθρώπων ὠφέλειαν, εἰ συνεσθίοι καὶ συμπίνοι τις αὐτοῖς καὶ συγκαθέζοιτο, ⟨ὧδε⟩ δεδήλωκεν· ἐσθλῶν μὲν γὰρ ἀπ’ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσι †συμμιγῇς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον. μὴ δὴ λεγέτω τις ὅτι τῷ μανθάνειν ἢ τῷ διδάσκειν ἃ χρὴ τὸ γεωργεῖν ἐμπόδιον· οὐ γὰρ ἔοικεν οὕτως ἔχειν, εἰ δὴ μάλιστ’ ἂν οὕτω καὶ ἐπὶ πλεῖστον ὁ μὲν μανθάνων συνείη τῷ διδάσκοντι, ὁ δὲ διδάσκων διὰ χειρὸς ἔχοι τὸν μανθάνοντα. τούτου δὲ τοιούτου ὄντος, ὁ πόρος ἐκ γεωργίας φαίνεται ὢν τῷ φιλοσόφῳ πρεπωδέστατος. ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΩΝ. Μέρος μέντοι τρυφῆς οὐ μικρότατον κἀν τοῖς ἀφροδισίοις ἐστίν, ὅτι ποικίλων δέονται παιδικῶν οἱ τρυφῶντες οὐ νομίμων μόνον ἀλλὰ καὶ παρανόμων, οὐδὲ θηλειῶν μόνον ἀλλὰ καὶ ἀρρένων, ἄλλοτε ἄλλους θηρῶντες ἐρωμένους, καὶ τοῖς μὲν ἐν ἑτοίμῳ οὖσιν οὐκ ἀρκούμενοι, τῶν δὲ σπανίων ἐφιέμενοι, συμπλοκὰς δ’ ἀσχήμονας ζητοῦντες, ἅπερ ἅπαντα μεγάλα ἐγκλήματα ἀνθρώπου ἐστίν. χρὴ δὲ τοὺς μὴ τρυφῶντας ἢ μὴ κακοὺς μόνα μὲν ἀφροδίσια νομίζειν δίκαια τὰ ἐν γάμῳ καὶ ἐπὶ γενέσει παίδων συντελούμενα, ὅτι καὶ νόμιμά ἐστιν· τὰ δέ γε ἡδονὴν θηρώμενα ψιλὴν ἄδικα καὶ παράνομα, κἂν ἐν γάμῳ ᾖ. συμπλοκαὶ δ’ ἄλλαι αἱ μὲν κατὰ μοιχείαν παρανομώταται, καὶ μετριώτεραι τούτων οὐδὲν αἱ πρὸς ἄρρενας τοῖς ἄρρεσιν, ὅτι παρὰ φύσιν τὸ τόλμημα· ὅσαι δὲ μοιχείας ἐκτὸς συνουσίαι πρὸς θηλείας εἰσὶν ἐστερημέναι τοῦ γίνεσθαι κατὰ νόμον, καὶ αὗται πᾶσαι αἰσχραί, αἵ γε πράττονται δι’ ἀκολασίαν. ὡς μετά γε σωφροσύνης οὔτ’ ἂν ἑταίρᾳ πλησιάζειν ὑπομείνειέ τις, οὔτ’ ἂν ἐλευθέρᾳ γάμου χωρὶς οὔτε μὰ Δία θεραπαίνῃ τῇ αὑτοῦ. τὸ γὰρ μὴ νόμιμον μηδ’ εὐπρεπὲς τῶν συνουσιῶν τούτων αἶσχός τε καὶ ὄνειδος μέγα τοῖς θηρωμένοις αὐτάς· ὅθεν οὐδὲ πράττειν φανερῶς οὐδὲν ἀνέχεται τῶν τοιούτων οὐδείς, κἂν ἐπ’ ὀλίγον ἐρυθριᾶν οἷός τε ᾖ, ἐπικρυπτόμενοι δὲ καὶ λάθρᾳ οἵ γε μὴ τελέως ἀπερρωγότες ταῦτα τολμῶσιν. καίτοι τό γε πειρᾶσθαι λανθάνειν ἐφ’ οἷς πράττει τις ὁμολογοῦντος ἁμαρτάνειν ἐστί. νὴ Δία· φησίν ἀλλ’ οὐχ ὥσπερ ὁ μοιχεύων ἀδικεῖ τὸν ἄνδρα τῆς διεφθαρμένης γυναικός, οὐχ οὕτως καὶ ὁ τῇ ἑταίρᾳ συνὼν ἀδικεῖ τινὰ ἢ νὴ Δία τῇ μὴ ἐχούσῃ ἄνδρα· οὐδὲ γὰρ ἐλπίδα παίδων οὐδενὸς διαφθείρει οὗτος. ἐγὼ δ’ ἐπέχω μὲν λέγειν, ὡς πᾶς ὅστις ἁμαρτάνει καὶ ἀδικεῖ εὐθύς, εἰ καὶ μηδένα τῶν πέλας, ἀλλ’ αὑτόν γε πάντως χείρονα ἀποφαίνων καὶ ἀτιμότερον· ὁ γὰρ ἁμαρτάνων, παρ’ ὅσον ἁμαρτάνει, χείρων καὶ ἀτιμότερος. ἵνα οὖν ἐῶ τὴν ἀδικίαν, ἀλλ’ ἀκολασίαν γε πᾶσα ἀνάγκη πάντως προσεῖναι τῷ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς καὶ χαίροντι τῷ μολύνεσθαι, ὥσπερ αἱ ὕες· οἷος οὐχ ἥκιστά ἐστι καὶ ὁ δούλῃ ἰδίᾳ πλησιάζων, ὅπερ νομίζουσί τινες μάλιστά πως εἶναι ἀναίτιον, ἐπεὶ καὶ δεσπότης πᾶς αὐτεξούσιος εἶναι δοκεῖ ὅ τι βούλεται χρῆσθαι δούλῳ τῷ ἑαυτοῦ. πρὸς τοῦτο δὲ ἀπλοῦς μοι ὁ λόγος· εἰ γάρ τῳ δοκεῖ μὴ αἰσχρὸν μηδ’ ἄτοπον εἶναι δούλῃ δεσπότην πλησιάζειν τῇ ἑαυτοῦ, καὶ μάλιστα εἰ τύχοι οὖσα χήρα, λογισάσθω ποῖόν τι καταφαίνεται αὐτῷ, εἰ δέσποινα δούλῳ πλησιάζοι. οὐ γὰρ ἂν δόξειεν εἶναι ἀνεκτόν, οὐ μόνον εἰ κεκτημένη ἄνδρα νόμιμον ἡ γυνὴ προσοῖτο δοῦλον, ἀλλ’ εἰ καὶ ἄνανδρος οὖσα τοῦτο πράττοι; καίτοι τοὺς ἄνδρας οὐ δήπου τῶν γυναικῶν ἀξιώσει τις εἶναι χείρονας, οὐδ’ ἧττον δύνασθαι τὰς ἐπιθυμίας παιδαγωγεῖν τὰς ἑαυτῶν, τοὺς ἰσχυροτέρους τὴν γνώμην τῶν ἀσθενεστέρων, τοὺς ἄρχοντας τῶν ἀρχομένων. πολὺ γὰρ κρείττονας εἶναι προσήκει τοὺς ἄνδρας, εἴπερ καὶ προεστάναι ἀξιοῦνται τῶν γυναικῶν· ἂν μέντοι ἀκρατέστεροι φαίνωνται ὄντες. . . . καὶ κακίονες. ὅτι δ’ ἀκρασίας ἔργον καὶ οὐδενὸς ἄλλου ἐστὶ τὸ δεσπότην δούλῃ πλησιάζειν, τί δεῖ καὶ λέγειν; γνώριμον γάρ. ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΤΙ ΚΕΦΑΛΑΙΟΝ ΓΑΜΟΥ. Βίου καὶ γενέσεως παίδων κοινωνίαν κεφάλαιον εἶναι γάμου. Τὸν γὰρ γαμοῦντα, ἔφη, καὶ τὴν γαμουμένην ἐπὶ τούτῳ συνιέναι χρὴ ἑκάτερον θατέρῳ, ὥσθ’ ἅμα μὲν ἀλλήλοις βιοῦν, ἅμα δὲ ποιεῖσθαι, καὶ κοινὰ δὲ ἡγεῖσθαι πάντα καὶ μηδὲν ἴδιον, μηδ’ αὐτὸ τὸ σῶμα. μεγάλη μὲν γὰρ γένεσις ἀνθρώπου, ἣν ἀποτελεῖ τοῦτο τὸ ζεῦγος. ἀλλ’ οὔπω τοῦτο ἱκανὸν τῷ γαμοῦντι, ὃ δὴ καὶ δίχα γάμου γένοιτ’ ἂν συμπλεκομένων ἄλλως, ὥσπερ καὶ τὰ ζῷα συμπλέκεται αὑτοῖς. δεῖ δὲ ἐν γάμῳ πάντως συμβίωσίν τε εἶναι καὶ κηδεμονίαν ἀνδρὸς καὶ γυναικὸς περὶ ἀλλήλους, καὶ ἐρρωμένους καὶ νοσοῦντας καὶ ἐν παντὶ καιρῷ, ἧς ἐφιέμενος ἑκάτερος ὥσπερ καὶ παιδοποιίας εἶσιν ἐπὶ γάμον. ὅπου μὲν οὖν ἡ κηδεμονία αὕτη τέλειός ἐστι, καὶ τελέως αὐτὴν οἱ συνόντες ἀλλήλοις παρέχονται, ἁμιλλώμενοι νικᾶν ὁ ἕτερος τὸν ἕτερον, οὗτος μὲν οὖν ὁ γάμος ᾗ προσήκει ἔχει καὶ ἀξιοζήλωτός ἐστι· καλὴ γὰρ ἡ τοιαύτη κοινωνία· ὅπου δ’ ἑκάτερος σκοπεῖ τὸ ἑαυτοῦ μόνον ἀμελῶν θατέρου, ἢ καὶ νὴ Δί’ ὁ ἕτερος οὕτως ἔχει, καὶ οἰκίαν μὲν οἰκεῖ τὴν αὐτήν, τῇ δὲ γνώμῃ βλέπει ἔξω, μὴ βουλόμενος τῷ ὁμόζυγι συντείνειν τε καὶ συμπνεῖν, ἐνταῦθ’ ἀνάγκη φθείρεσθαι μὲν τὴν κοινωνίαν, φαύλως δὲ ἔχειν τὰ πράγματα τοῖς συνοικοῦσιν, καὶ ἢ διαλύονται τέλεον ἀπ’ ἀλλήλων ἢ τὴν συμμονὴν χείρω ἐρημίας ἔχουσιν. ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΤΙ ΚΕΦΑΛΑΙΟΝ ΓΑΜΟΥ. Διὸ χρὴ τοὺς γαμοῦντας οὐκ εἰς γένος ἀφορᾶν εἰ ἐξ εὐπατριδῶν, οὐδ’ εἰς χρήματα εἰ πολλὰ κέκτηνταί τινες, οὐδ’ εἰς σώματα εἰ καλὰ ἔχουσιν. οὔτε γὰρ πλοῦτος οὔτε κάλλος οὔτ’ εὐγένεια κοινωνίαν μᾶλλον αὔξειν πέφυκεν, ὥσπερ οὐδ’ ὁμόνοιαν, οὐδ’ αὖ τὴν παιδοποιίαν κρείττω ταῦτα ἀπεργάζεται· ἀλλὰ σώματα μὲν πρὸς γάμον ἀποχρῶντα τὰ ὑγιῆ καὶ τὴν ἰδέαν μέσα καὶ αὐτουργεῖν ἱκανά, ἃ δὴ καὶ ἐπιβουλεύοιτ’ ἂν ὑπὸ τῶν ἀκολάστων ἧττον, καὶ ἐργάζοιτο μᾶλλον ὅσα σώματος ἔργα, καὶ παιδοποιοῖτο μὴ ἐνδεῶς. ψυχὰς δὲ ἐπιτηδειοτάτας εἶναι νομιστέον τὰς πρὸς σωφροσύνην καὶ δικαιοσύνην καὶ ὅλως πρὸς ἀρετὴν εὐφυεστάτας. ποῖος μὲν γὰρ γάμος χωρὶς ὁμονοίας καλός; ποία δὲ κοινωνία χρηστή; πῶς δ’ ἂν ὁμονοήσειαν ἄνθρωποι πονηροὶ ὄντες ἀλλήλοις; ἢ πῶς ἀγαθὸς πονηρῷ ὁμονοήσειεν; οὐδέν γε μᾶλλον ἢ ὀρθῷ ξύλῳ στρεβλὸν συναρμόσειεν ἄν, ἢ στρεβλὰ ἄμφω ὄντα ἀλλήλοιν. τὸ γὰρ δὴ στρεβλὸν τῷ τε ὁμοίῳ τῷ στρεβλῷ ἀνάρμοστον καὶ τῷ ἐναντίῳ τῷ εὐθεῖ ἔτι μᾶλλον. ἔστι δὴ καὶ ὁ πονηρὸς τῷ τε πονηρῷ οὐ φίλος οὐδ’ ὁμονοεῖ καὶ πολὺ ἧττον τῷ χρηστῷ ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΕΜΠΟΔΙΟΝ ΤΩΙ ΦΙΛΟΣΟΦΕΙΝ ΓΑΜΟΣ. Ἄλλου δέ τινος φήσαντος, ὅτι ἐμπόδιον αὐτῷ δοκοίη εἶναι τῷ φιλοσοφεῖν γάμος καὶ ὁ σὺν γυναικὶ βίος, Πυθαγόρᾳ μέν, εἶπεν ὁ Μουσώνιος, οὐκ ἐμπόδιον ἦν, οὐδὲ Σωκράτει, οὐδὲ Κράτητι, ὧν ἕκαστος συνῴκησε γυναικί· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν ἄμεινον ἐκείνων ἑτέρους φιλοσοφήσαντας. καίτοι γε Κράτης ἄοικός τε καὶ ἀσκευὴς καὶ ἀκτήμων τέλεον ἦν, ἀλλ’ ὅμως ἔγημεν· εἶτα μηδ’ ὑπόδυσιν ἔχων ἰδίαν ἐν ταῖς δημοσίαις Ἀθήνησι στοαῖς διημέρευε καὶ διενυκτέρευε μετὰ τῆς γυναικός· ἡμεῖς δὲ ἀπ’ οἰκίας ὁρμώμενοι, καὶ οἰκέτας τοὺς ὑπηρετοῦντας ἔχοντες ἔνιοι, τολμῶμεν ὅμως λέγειν ἐμπόδιον εἶναι φιλοσοφίᾳ γάμον; καὶ μὴν ὅ γε φιλόσοφος διδάσκαλος δήπου καὶ ἡγεμὼν πάντων τοῖς ἀνθρώποις ἐστὶ τῶν κατὰ φύσιν ἀνθρώπῳ προσηκόντων· κατὰ φύσιν δ’, εἴ τι ἄλλο, καὶ τὸ γαμεῖν φαίνεται ὄν. ἐπεὶ τοῦ χάριν ὁ τοῦ ἀνθρώπου δημιουργὸς πρῶτον μὲν ἔτεμε δίχα τὸ γένος ἡμῶν, εἶτ’ ἐποίησεν αὐτῷ διττὰ αἰδοῖα, τὸ μὲν εἶναι θήλεος τὸ δὲ ἄρρενος, εἶτα δὲ ἐνεποίησεν ἐπιθυμίαν ἰσχυρὰν ἑκατέρῳ θατέρου τῆς θ’ ὁμιλίας καὶ τῆς κοινωνίας καὶ πόθον ἰσχυρὸν ἀμφοῖν ἀλλήλων ἐνεκέρασεν, τῷ μὲν ἄρρενι τοῦ θήλεος τῷ δὲ θήλει τοῦ ἄρρενος; ἄρ’ οὖν 〈οὐ〉 γνώριμον, ὅτι ἐβούλετο συνεῖναί τε αὐτὼ καὶ συζῆν καὶ τὰ πρὸς τὸν βίον ἀλλήλοιν συμμηχανᾶσθαι, καὶ γένεσιν παίδων καὶ τροφὴν ἅμα ποιεῖσθαι, ὡς ἂν τὸ γένος ἡμῶν ἀίδιον ᾖ. τί δ’; εἰπέ μοι, πότερα προσήκει ἕκαστον ποιεῖν καὶ τὰ τοῦ πέλας, καὶ ὅπως οἶκοι ὦσιν ἐν τῇ πόλει αὐτοῦ, καὶ ὅπως ἡ πόλις μὴ ἔρημος ᾖ, καὶ ὅπως τὸ κοινὸν ἕξει καλῶς; εἰ μὲν γὰρ φῄς, ὡς τὸ αὑτοῦ σκεπτέον μόνον, ἀποφαίνεις τὸν ἄνθρωπον λύκου μηδὲν διαφέροντα μηδ’ ἄλλου θηρίου τῶν ἀγριωτάτων μηδενός, ἅπερ ἀπὸ βίας καὶ πλεονεξίας πέφυκε ζῆν, μὴ φειδόμενα μηδενὸς ἀφ’ ὅτου μέλλει καρποῦσθαί τι ἡδύ, ἄμοιρα μὲν κοινωνίας ὄντα, ἄμοιρα δὲ συνεργίας τῆς ἀπ’ ἀλλήλων, ἄμοιρα δὲ δικαίου παντός. εἰ δ’ ὁμολογήσεις τὴν ἀνθρωπείαν φύσιν μελίσσῃ μάλιστα προσεοικέναι, ἢ μὴ δύναται μόνη ζῆν, ἀπόλλυται γὰρ μονωθεῖσα, πρὸς ἓν δὲ καὶ κοινὸν ἔργον τῶν ὁμοφύλων συννένευκε καὶ συμπράττει καὶ συνεργάζεται τοῖς πλησίον· εἰ ταῦτα ταύτῃ ἔχει, καὶ ἔτι πρὸς τούτοις κακία μὲν ἀνθρώπου εἶναι ὑπείληπται ἀδικία τε καὶ ἀγριότης καὶ τὸ τοῦ πλησίον πράττοντος κακῶς ἀφροντιστεῖν, ἀρετὴ δὲ φιλανθρωπία καὶ χρηστότης καὶ δικαιοσύνη ἐστὶ καὶ τὸ εὐεργετικὸν εἶναι καὶ τὸ κηδεμονικὸν εἶναι τοῦ πέλας· οὕτω καὶ πόλεως ἑκάστῳ τῆς αὑτοῦ φροντιστέον καὶ τῇ πόλει οἶκον περιβλητέον. ἀρχὴ δὲ οἴκου περιβολῆς γάμος. ὥστε ὁ ἀναιρῶν ἐξ ἀνθρώπων γάμον ἀναιρεῖ μὲν οἶκον, ἀναιρεῖ δὲ πόλιν, ἀναιρεῖ δὲ σύμπαν τὸ ἀνθρώπειον γένος. οὐ γὰρ ἂν διαμένοι μὴ γενέσεως οὔσης, οὐδ’ ἂν γένεσις εἴη μὴ γάμου ὄντος, ἥ γε δικαία καὶ νόμιμος. ὅτι μὲν γὰρ οἶκος ἢ πόλις οὔτ’ ἐκ γυναικῶν συνίσταται μόνον οὔτ’ ἐξ ἀνδρῶν μόνον, ἀλλ’ ἐκ τῆς πρὸς ἀλλήλους κοινωνίας, δῆλον· ἀνδρῶν δὲ καὶ γυναικῶν κοινωνίας ἄλλην οὐκ ἂν εὕροι τις οὔτ’ ἀναγκαιοτέραν οὔτε προσφιλεστέραν. ποῖος γὰρ ἑταῖρος ἑταίρῳ οὕτω προσηνὴς ὡς γυνὴ καταθύμιος τῷ γεγαμηκότι; ποῖος δ’ ἀδελφὸς ἀδελφῷ; ποῖος δὲ γονεῦσιν υἱός; τίς δὲ ἀπὼν οὕτω ποθεινὸς ὡς ἀνὴρ γυναικὶ καὶ γυνὴ ἀνδρί; τίνος δὲ παρουσία μᾶλλον ἢ λύπην ἐλαφρύνειεν ἂν ἢ χαρὰν ἐπαυξήσειεν ἢ συμφορὰν ἐπανορθώσειεν; τίσι δὲ νενόμισται κοινὰ εἶναι πάντα, καὶ σώματα καὶ ψυχαὶ καὶ χρήματα, πλὴν ἀνδρὸς καὶ γυναικός; ταῦτά τοι καὶ πάντες ἄνθρωποι πρεσβυτάτην νομίζουσι πασῶν τὴν ἀνδρὸς καὶ γυναικὸς φιλίαν· καὶ οὐδὲ μήτηρ ἢ πατὴρ νοῦν ἔχων οὐδεὶς ἀξιοῖ φίλτερος 〈εἶναι〉 τῷ ἑαυτοῦ τέκνῳ τοῦ συνεζευγμένου γάμῳ. καὶ ὁ λόγος δὲ ἐκεῖνος φαίνεται δηλοῦν, ὅσον προτερεῖ τῆς γονέων πρὸς τέκνα φιλίας ἡ γυναικὸς πρὸς ἄνδρα, ὅτι Ἄδμητος δόσιν ταύτην λαβὼν παρὰ θεῶν, εἰ παράσχοῖ τὸν ἀνθ’ ἑαυτοῦ τεθνηξόμενον, ζῆσαι διπλασίω χρόνον τοῦ τεταγμένου αὐτῷ, τῶν μὲν γονέων οὐκ ἔτυχεν ἐθελόντων προαποθανεῖν αὐτοῦ καίτοι γεγηρακότων· ἡ γυνὴ δὲ ἡ γαμετὴ Ἄλκηστις, κομιδῇ νέα οὖσα, ἐδέξατο ἑτοίμως τὸν θάνατον πρὸ τοῦ ἀνδρός. Ὅτι δὲ μέγα καὶ ἀξιοσπούδαστον ὁ γάμος ἐστί, καὶ ταύτῃ δῆλον. θεοὶ γὰρ ἐπιτροπεύουσιν αὐτόν, καθὸ νομίζονται παρ’ ἀνθρώποις, μεγάλοι· πρώτη μὲν Ἥρα, καὶ διὰ τοῦτο ζυγίαν αὐτὴν προσαγορεύομεν· εἶτα Ἔρως, εἶτα Ἀφροδίτη· πάντας γὰρ τούτους ὑπολαμβάνομεν ἔργον πεποιῆσθαι τοῦτο, συνάγειν ἀλλήλοις πρὸς παιδοποιίαν ἄνδρα καὶ γυναῖκα. ποῦ μὲν γὰρ Ἔρως παραγένοιτ’ ἂν δικαιότερον ἢ ἐπὶ νόμιμον ἀνδρὸς καὶ γυναικὸς ὁμιλίαν; ποῦ δὲ Ἥρα; ποῦ δὲ Ἀφροδίτη; πότε δ’ ἂν εὐκαιρότερον εὔξαιτό τις τοῖς θεοῖς τούτοις ἢ πρὸς γάμον ἰών; τί δὲ καλοῦντες ἀφροδίσιον ἔργον προσηκόντως ἂν μᾶλλον καλοῖμεν ἢ τὴν γαμετῆς τῷ γεγαμηκότι σύνοδον; διὰ τί τοιγαροῦν φαίη τις ἂν θεοὺς μὲν οὕτω μεγάλους ἐπισκοπεῖν καὶ ἐπιτροπεύειν γάμον καὶ παιδοποιίαν, μὴ προσήκειν δὲ ἀνθρώπῳ ταῦτα; διὰ τί δὲ προσήκειν μὲν τῷ ἀνθρώπῳ ταῦτα, μὴ προσήκειν δὲ τῷ φιλοσόφῳ; πότερον ⟨ὅτι⟩ κακίω εἶναι χρὴ τῶν ἄλλων τὸν φιλόσοφον; ἀλλ’ οὐ χρή, κρείττω δὲ καὶ δικαιότερον καὶ καλοκἀγαθικώτερον. ἢ ὅτι κακίων οὐκ ἔστι καὶ ἀδικώτερος ἀνὴρ τοῦ μὲν κηδομένου τῆς ἑαυτοῦ πόλεως ὁ μὴ κηδόμενος, τοῦ δὲ τὸ κοινὸν σκοποῦντος ὁ τὸ αὑτοῦ μόνον ὁρῶν; ἢ ὅτι φιλόπολις καὶ φιλάνθρωπος καὶ κοινωνικὸς μᾶλλον ἐστὶν ὁ μονήρη βίον αἱρούμενος τοῦ νέμοντος οἶκον καὶ ποιουμένου παῖδας καὶ πόλιν αὔξοντος τὴν ἑαυτοῦ, ἅπερ ὑπάρχει τῷ γαμοῦντι; ὅτι μὲν οὖν προσήκει τὸν φιλόσοφον γάμου καὶ παιδοποιίας ἐπιμελεῖσθαι, δῆλον. εἰ δὲ προσήκει τοῦτο, πῶς ἂν ὀρθῶς ἔχοι, ὦ νεανίσκε, ὁ λόγος ἐκεῖνος, ὃν σὺ ἀρτίως ἔλεγες, ὡς ἐμπόδιόν ἐστι τῷ φιλοσόφῳ γάμος; οὐ γὰρ δὴ φιλοσοφεῖν ἕτερόν τι φαίνεται ὂν ἢ τὸ ἃ πρέπει καὶ ἃ προσήκει λόγῳ μὲν ἀναζητεῖν, ἔργῳ δὲ πράττειν. Τότε μὲν δὴ τοιαῦτά τινα εἶπεν.