ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΟΥ ΔΕΙ ΠΟΛΛΑΙΣ ΑΠΟΔΕΙΞΕΣΙ ΠΡΟΣ ΕΝ ΠΡΑΓΜΑ ΧΡΗΣΑΣΘΑΙ. Λόγου δέ ποτε γενομένου περὶ ἀποδείξεων, ἃς χρὴ ἀκούειν τοὺς νέους παρὰ τῶν φιλοσόφων πρὸς κατάληψιν ὧν μανθάνουσιν, ἔφη ὁ Μουσώνιος οῦχὶ πολλὰς ἐφ’ ἑκάστου πρἀγματος ζητεῖν ἀποδείφεις προσήκειν, ἀλλ’ ἀνυσίμους καὶ ἐωαργεῖς. οὔτε γὰρ ἰατρὸς ἐκεῖνος, ἔφη, ἐπαινετὸς ὁ πράγμακα πολλὰ προσφέρων τοῖς νοσοῦσιν, ἀλλ’ ὁ δι’ ὀλίγον ὧν προσφέρει λόγου ἀξίως ὠφελῶν· οὔτε φιλόσοφος ὁ διὰ πολλῶν ἀποδείξων διδάσκων τοὺς ἀκούοντας, ἀλλ’ ὁ δι’ ὀλίγων ἐπάγων αὐτοὺς ἐφ’ ὃ μέντοι βούλεται· καὶ ὁ ἀκουστὴς ὅσῳπερ ἃν ᾖ συνετώτερος, τοσούτῳ θᾶττον συναινέσι τῷ κεφαλαίῳ τοῦ λόγου, ὄντι γε ὑγιεῖ. ὅστις δὲ πανταχοῦ δεῖται ἀποδείξεως καὶ ὅπου σαφῆ τὰ πράγματά ἐστιν, ἢ διὰ πολλῶν ἀποδείκνυσθαι βούλεται αὑτῷ τὰ δι’ ὀλίγων δυνάμενα, παντάπασιν ἄτοπος καὶ δυσμαθής. θεοὺς μὲν οὖν [οὐκ] εἰκὸς οὐδεμιᾶς ἀποδείξενς δεῖσθαι πρὸς μηδέν, ὅτι μήτε ἀσαφὲς μήτε ἄδηλόν ἐστιν αὐτοῖς μηδέν, πρὸς 〈οἷα〉μόνα δεῖ τῶν ἀποδείξεων· τοὺς δὲ ἀνθρώπους ἀνάγκη τὰ μὴ φανερὰ μηδ’ αὐτόθεν γνώριμα διὰ τῶν φανερῶν καὶ προδήλων ζητεῖν ἀνευρίσκειν, ὅπερ ἔργον ἀποδείξεώς ἐστιν. οἷον, ὅτι ἡδονὴ οὐκ ἔστιν ἀγαθόν, αὐτόθεν μὲν οὐ δοκεῖ εἶναι γνώριμον, έπείπερ ἔργῳ προσκαλείται ἡμᾶς ὡς ἀγαθὸν οὖσα ἡ ἡδονή· λαβόντος δέ τινος λῆμμα γνώριμον τὸ πᾶν άγαθὸν αἱρετὸν εἶναι, καὶ προσλαβόντος ἕτερον γνῶριμον τούτῳ τὸ τινὰς ἡδονὰς οὐχ αἱρετὰς εἶναι, ἀποδεικνύομεν τὸ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονήν, διὰ τῶν γνωρίμων τὸ μὴ γνώριμον. πάλιν ὡς ὁ πόνος οὐκ ἔστι κακόν, αὐτόθεν μὲν οὐ φαίνεται πιθανόν· τοὐναντίον γὰρ τούτου δοκεῖ πιθανώτερον, τὸ κακὸν εἶναι τὸν πόνον· τεθέντος δὲ φανεροῦ λήμματος, τοῦ πᾶν τὸ κακὸν φευκτὸν εἶναι, καὶ προστεθέντος αὐτῷ φανερωτέρου τοῦ πόνους πολλοὺς οὐκ εἶναι φευκτούς, περαίνεται τὸ μὴ κακὸν γήνους τοῦ τῆς ἀποδείξεως, ἐπειδὴ τῶν ἀνθρώπων οἱ μὲν ὀξύτεροι οἱ δ’ ἀμβλύτεροί εἰσι καὶ οἱ μὲν ἐω ἔθεσι κρείττοσιν, οἱ δὲ ἐν χείροσι τεθραμμένοι, οἱ μὲν ἤθους ἢ φύσεως ὄντες χείρονος, πλειόνων δέοιντ’ ἂν ἀποδείξεων καὶ πραγματείας μείζονος, ὥστε δέξασθαι ταυτὶ τὰ δόγματα καὶ τυπωθῆωαι κατὰ ταῦτα, καθάπερ οἶμαι καὶ τὰ πονηρὰ τῶν σωμάτων, ὁπὀταν μέλλῃ καλῶς ἕξειν, πάνυ πολλῆς ἐπιμελείας δεῖται· ὅσοι δὲ τῶν νέων εὐφυέτεροι καὶ ἀγωγῆς μετεσχηκότες κρείττονος, οὗτοι ῥᾷόν τε καὶ θᾶττον καὶ δι’ ὀλίγων ἀποδείξεων συναινοῖεν ἂν τοῖς λεγομένοις ὀρθῶς καὶ ἀκολουθοῖεν. ὅτι δ’ οὕτως ἔχει ταῦτα, γνοίμεν ἂν ῥᾳδίως, εἰ νοήσαιμεν μειράκιον ἢ νεανίαν, τὸν μὲν ἐν τρυφῇ πάσῃ τεθραμμένον καὶ τό τε σῶμα τεθηλυμμένον καὶ τὴν ψυχὴν ἐκλελυμένον ὑπὸ ἔθῶν ἀγόντων εἰς μαλακίαν, ἔτι δὲ νωθῆ παρεχόμενον καὶ δυσμαθῆ τὴν φύσιν· τὸν δ’ αὖ Λακωνικῶς πως ἠγμένον καὶ τρυφᾶν οὐκ εἰθισμένον καὶ καρτερεῖν μεμελετηκότα καὶ τῶν λεγομένων ὀρθῶς εὐήκοον ὄντα· εἶτα τοὺς δύο τούτους νεανίας εἰ θείημεν ἀκούοντας φιλοσόφου λέγοντος περὶ θανάτου, περὶ πόνου, περὶ πενίας, περὶ τῶν ὁμοίων, ὠς οὐ κακῶν ὄντων, πάλιν δ’ αὖ περὶ ζωῆς, περὶ ἡδονῆς, περὶ πλούτου, περὶ τῶν παραπλησίων τούτοις, ὡς οὐκ ἀγαθὰ ἐστιν, ἆρά γε ὅμοίως ἄμφω προσήσονται 〈ἂν〉 πίθοιτο τοῖς λεγομένοις; οὐκ ἔστιν εἰπεῖν. ἀλλ’ ὁ μὲν μόγις καὶ βραδέως καῖ ὥσπερ μοχλευόμενος ὑπὸ μυρίων λόγων τάχ’ ἂν ἐπιωεύσειεν ὁ νωθέστερος· ὁ δ’ αὖ ταχέως καῖ ἑτοίμως δέξεται τὰ λεγόμενα ὡς οίκεῖα καῖ προσήκοντα αὑτῷ, μήτε ἀποδείξεων δεόμενος πολλῶν μήτε πραγματείας μείζονος. ἢ οὐ τοιούτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος έστιν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἐγγύτερον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ άγαθὸν τυγχάνει ὤν, ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν· αἵματος εἶς ἀγαυοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις. πῶς οὖν τοιοῦτος οὐ ῥᾳδίως ἐπείσθη ἂν μήτε πενίαν μήτε θάνατον δεδιέναι μήτ’ ἄλλο μηδὲν τῶν δοκούντων φοβερῶν, μηδ’ αὖ διώκειν πλοῦτον ἢ ζωὴν ἢ ἡδονην; Ἵνα δὲ ἐπὶ τὴν ἀρχὴν ἐπανέλθω τοῦ λόγου, φημὶ δεῖν τὸν διδάσκαλον τοῦ φιλοσόφου μὴ λόγων πλῆθος μηδ’ ἀποδείξεων ζητεῖν διεξιέναι πρὸς τοὺς μανθάνοντας, ἀλλὰ καιρίως περὶ ἑκάστου λέγειν καὶ καθικνεῖσθαι τῆς διανοίας τοῦ ἀκούοντος, καὶ 〈ἃ . . . . πει〉στικὰ εἶναι λέγειν καὶ ἀνατραπῆναι μὴ ῥᾷδια, καὶ μάλιστά γε τῷ παρέχειν αὑτὸν περί τε τῶν πράττοντα, τούτῳ μεταχειριζόμενον τοὺς ἀκούοντας· τὸν δὲ μαθητὴν ἐντετἀσθαι πρὸς τὰ λεγόμενα καὶ σκοπεῖν μὲν ὅπως μὴ λάθῃ ψεῦδός τι παραδεξάμενος· τῶν δὲ ἀληθῶν μὴ μὰ Δία πολλὰς χητεῖν ἀποδείξεις ἀκούειν, ἀλλ’ ἐναργεῖς· καὶ ἅπερ ἂν πεισθῇ τῶν παραινουμένων ἑαυτῷ εἶναι καὶ ἀληθῆ τούτοις ἐπακολουθεῖν ἐν τῷ βίῳ. οὕτω γὰρ μόνος ἔσταί τις ἐκ φιλοσοφίας ὠφελημένος, ἂν οἷς παραδέδεκται λόγοις οὖσιν ὑγιέσι τὰ ἔργα παρέχηται συνῳδά. ΜΟΥΣΩΝΙΟΥ. Πάντες, ἔφη, φύσει πεφύκαμεν οὕτως, ὥστε ζῆν ἀναμαρτήτως καὶ καλῶς, οὐχ ὁ μὲν ἡμῶν ὁ δ’ οὔ· καὶ τούτου μέγα τεκμήριον ὅτι πᾶσιν ὁμοίως οἱ νομοθέται καὶ προστάττουσιν ἃ χρὴ ποιεῖν καὶ ἀπαγορεύουσιν ἃ μὴ χρή, οὐχ ὑπεξαιρούμενοι οὐδένα τῶν ἀπειθούντων ἢ τῶν ἁμαρτανόντων, ὥστε ἀτιμώρητον εἶναι, οὐ νέον, οὐ πρεσβύτην, οὐκ ἰσχυρόν, οὐκ ἀσθενῆ, οὐχ ὁντιναοῦν. καίτοι ἐχρῆν, εἰ ὅλον ἐπείσακτον τὸ τῆς ἀρετῆς ἦν, καὶ μηδὲν αὐτοῦ φύσει ἡμῖν μετῆν, ὥσπερ οὐδ’ ἐν τοῖς ὑπὸ τὰς ἄλλας τέχνας οὖσιν ἔργοις οὐδεὶς ἀπαιτεῖται εἶναι ἀναμάρτητος, μὴ μεμαθηκὼς τὴν τέχνην, οὕτως μηδ’ ἐν τοῖς κατὰ τὸν βίον μηδένα ἀπαιτεῖσθαι εἶναι ἀναμάρτητον, ὅστις ἀρετὴν μὴ ἐξέμαθεν, ἐπείπερ ἀρετὴ μόνη ποιεῖ μὴ ἁμαρτάνειν ἐν βίῳ. νῦν δὲ ἐν μὲν θεραπείᾳ καμνόντων οὐδεὶς ἀναμάρτητον ἀξιοῖ εἶναι ἄλλον ἢ τὸν ἰατρὸν καὶ ἐν χρήσει λύρας οὐδένα ἄλλον ἢ τὸν μουσικὸν 〈καὶ〉 ἐν χρήσει πηδαλίων οὐδένα ἄλλον ἢ τὸν κυβερνήτην· ἐν δὲ τῷ βίῳ οὐκέτι μόνον ἀναμάρτητον εἶναι τὸν φιλόσοφον ἀξιοῦσιν, ὃς δοκεῖ μόνος ἐπιμελεῖσθαι ἀρετῆς, ἀλλ’ ὁμοίως ἅπαντας καὶ τοὺς μηδεμίαν ἐπιμέλειαν ταύτης πεποιημένους. δῆλον οὖν, ὡς οὐδὲν ἕτερον τούτου αἴτιον ἢ τὸ πρὸς ἀρετὴν γεγονέναι τὸν ἄνθρωπον. καὶ μὴν κἀκεῖνο μέγα τεκμήριον τοῦ μετεῖναι ἀρετῆς φύσει ἡμῖν, τὸ πάντας οὕτως διαλέγεσθαι περὶ ἑαυτῶν, ὡς ἐχόντων ἀρετὴν καὶ ὄντων ἀγαθῶν. οὐδεὶς γάρ ἐστι τῶν πολλῶν, ὃς ἐρωτώμενος πότερον ἄφρων ἢ φρόνιμος τυγχάνει ὤν, ἄφρων ὁμολογήσει εἶναι· οὐδ’ αὖ ἐρωτώμενος πότερον ἄδικος ἢ δίκαιος τυγχάνει ὤν, φήσει ὅτι ἄδικος. ὁμοίως δὲ κἂν ἐρωτᾷ τις πότερα σώφρων ἢ ἀκόλαστος, † ἢθ’ οὕτως ἀποκρίνεται ἐρωτηθείς, ὅτι σώφρων· καὶ ἁπλῶς ἂν ἐρῳτᾶταί τις πότερον ἀγαθὸς εἴη ἢ φαῦλος, φαίη ἂν ἀγαθός, καὶ ταῦτ’ οὐκ ἂν ἔχων εἰπεῖν οὔτε διδάσκαλον αὑτοῦ καλοκἀγαθίας, οὔτε μάθησιν ἀρετῆς ἢ ἄσκησιν τίνα τυγχάνει πεποιημένος. τοῦτ’ οὖν τίνος ἄλλου τεκμήριόν ἐστιν ἢ τοῦ φυσικὴν εἶναι ὑποβολὴν τῇ τοῦ ἀνθρώπου ψυχῇ πρὸς καλοκἀγαθίαν καὶ σπέρμα ἀρετῆς ἑκάστῳ ἡμῶν ἐνεῖναι. διὰ δὲ τὸ πάντως ἀγαθοὺς ὑπάρχειν προσήκειν ἡμῖν, οἱ μὲν ἀπατώμεθα ὡς καὶ δὴ ὄντες ἀγαθοί, οἱ δὲ αἰσχυνόμεθα ὁμολογεῖν 〈ὅτι〉 οὐκ ἐσμέν. ἐπεὶ διὰ τί, πρὸς θεῶν, γράμματα μὲν ἢ μουσικὴν ἢ παλαιστρικὴν οὐδεὶς μὴ μαθὼν εἰδέναι φησίν, οὐδὲ ἔχειν τὰς τέχνας ταύτας προσποιεῖται, μὴ καὶ διδάσκαλον παρ’ ὃν ἐφοίτα ἔχων εἰπεῖν, ἀρετὴν δὲ ἔχειν πᾶς ὑπισχνεῖται; ὅτι ἐκείνων μὲν οὐδενὸς φύσει τῷ ἀνθρώπῳ μέτεστιν, οὐδὲ ἥκει 〈τις〉 εἰς τὸν βίον ἔχων ὑποβολὰς * * * ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΚΑΙ ΓΥΝΑΙΞΙ ΦΙΛΟΣΟΦΗΤΕΟΝ. Ἐπεὶ δ’ ἐπύθετό τις αὐτοῦ, εἰ καὶ γυναιξὶ φιλο σοφητέον, οὕτω πως ἤρξατο διδάσκειν ὡς φιλοσοφητέον αὐταῖς. Λόγον μέν, ἔφη, τὸν αὐτὸν εἰλήφασι παρὰ θεῶν αἱ γυναῖκες τοῖς ἀνδράσιν, ᾧ τε χρώμεθα πρὸς ἀλλήλους καὶ καθ’ ὃν διανοούμεθα περὶ ἑκάστου πράγματος, 〈εἰ〉 ἀγαθὸν ἢ κακόν ἐστι, καὶ καλὸν ἢ αἰσχρόν. ὁμοίως δὲ καὶ αἰσθήσεις τὰς αὐτὰς ἔχει τὸ θῆλυ τῷ ἄρρενι, ὁρᾶν, ἀκούειν, ὀσφραίνεσθαι καὶ τὰ ἄλλα. ὁμοίως δὲ καὶ μέρη σώματος τὰ αὐτὰ ὑπάρχει ἑκατέρῳ, καὶ οὐδὲν θατέρῳ πλέον. ἔτι δὲ ὄρεξις καὶ οἰκείωσις φύσει πρὸς ἀρετὴν οὐ μόνον γίνεται τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γυναιξίν· οὐδὲν γὰρ ἧττον αὗταί γε τῶν ἀνδρῶν τοῖς μὲν καλοῖς καὶ δικαίοις ἔργοις ἀρέσκεσθαι πεφύκασι, τὰ δ’ ἐναντία τούτων προβάλλεσθαι. τούτων δὲ ταύτῃ ἐχόντων, διὰ τί ποτ’ οὖν τοῖς μὲν ἀνδράσι προσήκοι ἂν ζητεῖν καὶ σκοπεῖν ὅπως βιώσονται καλῶς, ὅπερ τὸ φιλοσοφεῖν ἐστι, γυναιξὶ δὲ οὔ; πότερον ὅτι ἄνδρας μὲν προσήκει ἀγαθοὺς εἶναι, γυναῖκας δὲ οὔ; σκοπῶμεν δὲ καὶ καθ’ ἓν ἕκαστον τῶν προσηκόντων γυναικὶ τῇ ἐσομένῃ ἀγαθῇ· φανεῖται γὰρ ἀπὸ φιλοσοφίας τούτων ἕκαστον μάλιστ’ ἂν αὐτῇ περιγινόμενον. αὐτίκα δεῖ οἰκονομικὴν εἶναι τὴν γυναῖκα καὶ ἐκλογιστικὴν τῶν οἴκῳ συμφερόντων καὶ ἀρχικὴν τῶν οἰκετῶν. ταῦτα δ’ ἐγὼ φημὶ τῇ φιλοσοφούσῃ ὑπάρξαι ἂν μάλιστα· εἴ γε ἕκαστον μὲν τούτων μέρος τοῦ βίου ἐστίν, ἐπιστήμη δὲ περὶ βίον οὐχ ἑτέρα τις ἢ φιλοσοφία ἐστί, καὶ ὁ φιλόσοφος, ὥσπερ ἔλεγε Σωκράτης, τοῦτο διατελεῖ σκοπῶν, ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται. ἀλλὰ δεῖ δὴ καὶ σώφρονα εἶναι τὴν γυναῖκα· οἵαν καθαρεύειν μὲν ἀφροδισίων παρανόμων, καθαρεύειν δὲ τῆς περὶ τὰς ἄλλας ἡδονὰς ἀκρασίας, μὴ δουλεύειν ἐπιθυμίαις, μηδὲ φιλόνεικον εἶναι, μὴ πολυτελῆ, μὴ καλλωπίστριαν. ταῦτα μὲν ἔργα τῆς σώφρονός ἐστι· καὶ ἔτι πρὸς τούτοις ἐκεῖνα· κρατεῖν μὲν ὀργῆς, μὴ κρατεῖσθαι δ’ ὑπὸ λύπης, κρείττονα δὲ πάθους παντὸς εἶναι. ταῦτα δ’ ὁ φιλόσοφος παρεγγυᾷ λόγος· ὁ δὲ μαθὼν αὐτὰ καὶ ἀσκήσας ἐμοὶ μὲν δοκεῖ γενέσθαι ἂν κοσμιώτατος, εἴτ’ [αν] ἀνὴρ εἴη εἴτε γυνή. τί οὖν; ταῦτα μὲν ταύτῃ ἔχει· δικαία δ’ οὐκ ἂν εἴη γυνὴ φιλοσοφοῦσα, οὐδ’ ἄμεμπτος βίου κοινωνός, οὐδ’ ὁμονοίας ἀγαθὴ συνεργός, οὐδ’ ἀνδρός γε καὶ τέκνων ἐπιμελὴς κηδεμών, οὐδὲ φιλοκερδείας ἢ πλεονεξίας πάντῃ καθαρά; καὶ τίς ἂν μᾶλλον τῆς φιλοσόφου τοιαύτη γένοιτο, ἥν γε ἀνάγκη πᾶσα, εἴπερ εἴη τῷ ὄντι φιλόσοφος, τὸ μὲν ἀδικεῖν τοῦ ἀδικεῖσθαι χεῖρον νομίζειν, ὅσῳπερ αἴσχιον, τὸ δὲ ἐλαττοῦσθαι τοῦ πλεονεκτεῖν κρεῖττον ὑπολαμβάνειν, ἔτι δὲ καὶ τέκνα μᾶλλον ἀγαπᾶν ἢ τὸ ζῆν; τῆς δ’ ἐχούσης οὕτω τίς ἂν εἴη γυνὴ δικαιοτέρα; καὶ μὴν καὶ ἀνδρειοτέραν εἶναι προσήκει γυναῖκα τῆς ἀπαιδεύτου τὴν πεπαιδευμένην καὶ τὴν φιλόσοφον τῆς ἰδιώτιδος· ὡς μήτε θανάτου φόβῳ μήτε ὄκνῳ τῷ πρὸς πόνον ὑπομεῖναί τι αἰσχρόν, μηδ’ ὑποπτῆξαι μηδενὶ ὅτι εὐγενὴς ἢ ὅτι δυνατὸς ἢ ὅτι πλούσιος ἢ καὶ νὴ Δία ὅτι τύραννος. ὑπάρχει γὰρ αὐτῇ μεμελετηκέναι μέγα φρονεῖν, καὶ τὸν μὲν θάνατον ἡγεῖσθαι μὴ κακόν, τὴν δὲ ζωὴν μὴ ἀγαθόν· ὡσαύτως δὲ καὶ τὸν μὲν πόνον μὴ ἐκτρέπεσθαι, τὴν δὲ ἀπονίαν μὴ διώκειν ἐξ ἅπαντος. ὅθεν εἰκὸς εἶναι τὴν γυναῖκα ταύτην καὶ αὐτουργικὴν καὶ κακόπαθον, οἵαν ἃ μὲν ἂν τέκῃ τρέφειν μαστῷ τῷ ἑαυτῆς, τῷ δὲ ἀνδρὶ ὑπηρετεῖν χερσὶ ταῖς ἑαυτῆς· ἃ δὲ δουλικὰ νομίζουσιν ἔνιοι, ταῦτα ἀόκνως ποιεῖν. ἆρ’ οὐκ ἂν ἡ τοιαύτη γυνὴ μέγα μὲν ὄφελος εἴη τῷ γεγαμηκότι, κόσμος δὲ τοῖς προσήκουσι γένει, παράδειγμα δὲ χρηστὸν ταῖς ἐπισταμέναις αὐτήν; ἀλλὰ νὴ Δία, φασί τινες, ὅτι αὐθάδεις ὡς ἐπὶ πολὺ καὶ θρασείας εἶναι ἀνάγκη τὰς προσιούσας τοῖς φιλοσόφοις γυναῖκας, ὅταν ἀφέμεναι τοῦ οἰκουρεῖν ἐν μέσοις ἀναστρέφωνται τοῖς ἀνδράσι καὶ μελετῶσι λόγους καὶ σοφίζωνται καὶ ἀναλύωσι συλλογισμούς, δέον οἴκοι καθημένας ταλασιουργεῖν. ἐγὼ δὲ οὐχ ὅπως τὰς γυναῖκας τὰς φιλοσοφούσας ἀλλ’ οὐδὲ τοὺς ἄνδρας ἀξιώσαιμ’ ἂν ἀφεμένους τῶν προσηκόντων ἔργων εἶναι περὶ λόγους μόνον· ἀλλὰ καὶ ὅσους μεταχειρίζονται λόγους, τῶν ἔργων φημὶ δεῖν ἕνεκα μεταχειρίζεσθαι αὐτούς. ὥσπερ γὰρ ἰατρικοῦ λόγου ὄφελος οὐδέν ἐὰν μὴ πρὸς ὑγίειαν φέρῃ σώματος ἀνθρωπίνου, οὕτως οὐδ’ εἴ τινα φιλόσοφος ἔχει ἢ διδάσκει λόγον, οὐδὲν ὄφελος αὐτοῦ, ἐὰν μὴ φέρῃ πρὸς ἀρετὴν ψυχῆς ἀνθρωπίνης. πρὸ παντὸς δὲ σκοπεῖν τὸν λόγον χρή, ᾧ ἕπεσθαι τὰς φιλοσοφούσας ἀξιοῦμεν, εἰ δύναται θρασείας ποιεῖν ὁ τὴν αἰδῶ μέγιστον ἀποφαίνων ἀγαθόν· εἰ ζῆν ἰταμώτερον ἐθίζει ὁ καταστολὴν πλείστην ὑφηγούμενος· εἰ μὴ διδάσκει σωφρονεῖν ὁ κακὸν ἀποδεικνὺς ἔσχατον τὴν ἀκολασίαν· εἰ μὴ προτρέπει οἰκονομεῖν ὁ παριστὰς ἀρετὴν εἶναι τὴν οἰκονομικήν. καὶ στέργειν δὲ . . . καὶ αὐτουργεῖν ὁ τῶν φιλοσόφων λόγος παρακαλεῖ τὴν γυναῖκα. ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΡΑΠΛΗΣΙΩΣ ΠΑΙΔΕΥΤΕΟΝ ΤΑΣ ΘΥΓΑΤΕΡΑΣ ΤΟΙΣ ΥΙΟΙΣ Λόγου δέ ποτέ τινος ἐμπεσόντος, εἰ τὴν αὐτὴν παιδείαν παιδευτέον τοὺς υἱέας καὶ τὰς θυγατέρας, ἵππους μέν, ἔφη, καὶ κύνας ὁμοῦ οὐδὲν διαφερόντως παιδεύουσιν οἵ τε ἱππικοὶ καὶ οἱ κυνηγετικοὶ τοὺς ἄρρενας τῶν θηλειῶν· ἀλλ’ αἵ τε κύνες αἱ θήλειαι παραπλησίως τοῖς ἄρρεσι διδάσκονται θηρᾶν· ἵππους τε θηλείας ἄν τις θέλῃ τὰ ἵππων ἔργα ἀποτελεῖν καλῶς, οὐ διάφορον τῶν ἀρρένων διδασκαλίαν διδασκομένας ἰδεῖν ἔστιν· ἀνθρώπους δὲ τοὺς ἄρρενας ἐξαίρετόν τι ἄρα δεήσει ἔχειν ἐν τῇ παιδείᾳ καὶ τροφῇ παρὰ τὰς θηλείας, ὥσπερ οὐχὶ τὰς αὐτὰς παραγίνεσθαι δέον ἀρετὰς ἀμφοῖν ὁμοίως ἀνδρὶ καὶ γυναικί, ἢ ἐπὶ τὰς αὐτὰς ἀρετὰς μὴ διὰ τῶν αὐτῶν παιδευμάτων ἀλλὰ δι’ ἑτέρων οἷόν τε ὂν ἐλθεῖν. ὅτι δὲ οὐκ ἄλλαι ἀρεταὶ ἀνδρός, ἄλλαι δὲ γυναικός, ῥᾴδιον μαθεῖν. αὐτίκα, φρονεῖν δεῖ μὲν τὸν ἄνδρα, δεῖ δὲ καὶ τὴν γυναῖκα· ἢ τί ὄφελος εἴη ἂν ἄφρονος ἀνδρὸς ἢ γυναικός; εἶτα 〈δεῖ⟩ δικαίως βιοῦν οὐδέτερον ἧττον θατέρου· ἀλλ’ ὅ τε ἀνὴρ οὐκ ἂν εἴη πολίτης ἀγαθὸς ἄδικος ὤν, ἥ τε γυνὴ οὐκ ἂν οἰκονομοίη χρηστῶς, εἰ μὴ δικαίως· ἀλλ’ ἄδικος οὖσα περὶ αὐτὸν ἀδικήσει τὸν ἄνδρα, ὥσπερ τὴν Ἐριφύλην φασί. σωφρονεῖν μὲν αὖ καλὸν τὴν γυναῖκα, καλὸν δ’ ὁμοίως καὶ τὸν ἄνδρα· τὸ γοῦν μοιχεύειν τῷ μοιχεύεσθαι ἐπ’ ἴσης κολάζουσιν οἱ νόμοι. καὶ λιχνεῖαι καὶ οἰνοφλυγίαι καὶ ἄλλα παραπλήσια κακά, ἀκολαστήματα ὄντα καὶ καταισχύνοντα μεγάλως τοὺς ἐνεχομένους αὐτοῖς, ἀποφαίνει τὴν σωφροσύνην ἀναγκαιοτάτην οὖσαν ἀνθρώπῳ παντί, τῷ τε θήλει καὶ τῷ ἄρρενι· διὰ γὰρ σωφροσύνης μόνης ἐκφεύγομεν ἀκολασίαν, ἄλλως δ’ οὐδαμῶς. τὴν ἀνδρείαν φαίη τις ἂν ἴσως μόνοις προσήκειν τοῖς ἀνδράσιν. ἔχει δὲ οὐδὲ τοῦτο ταύτῃ. δεῖ γὰρ ἀνδρίζεσθαι καὶ τὴν γυναῖκα 〈καὶ〉 καθαρεύειν δειλίας τήν γε ἀρίστην, ὡς μήθ’ ὑπὸ πόνου μήθ’ ὑπὸ φόβου κάμπτεσθαι· εἰ δὲ μή, πῶς ἔτι σωφρονήσει, ἐάν τις ἢ φοβῶν ἢ προσάγων πόνους βιάσασθαι δύνηται αὐτὴν ὑπομεῖναί ⟨τι⟩ τῶν αἰσχρῶν. δεῖ δὲ δὴ καὶ ἀμυντικῶς ἔχειν τὰς γυναῖκας, εἰ μὴ νὴ Δία φαίνεσθαι μέλλουσι κακίους ἀλεκτορίδων καὶ ἄλλων ὀρνίθων θηλειῶν, αἳ πολὺ μείζοσι ζῴοις ἑαυτῶν ὑπὲρ τῶν νεοττῶν διαμάχονται. πῶς οὖν οὐκ ἂν ἀνδρείας αἱ γυναῖκες δέοιντο; ὅτι δὲ καὶ ἀλκῆς τῆς δι’ ὅπλων μέτεστιν αὐταῖς, ἐδήλωσε τὸ Ἀμαζόνων γένος ἔθνη πολλὰ δι’ ὅπλων καταστρεψάμενον· ὥστ’ εἴ τι ἐνδεῖ πρὸς τοῦτο ταῖς ἄλλαις γυναιξίν, ἀνασκησία μᾶλλον ἢ τὸ μὴ πεφυκέναι . . . ἀρετὰς ἀνδρὸς καὶ γυναικός, ἀνάγκη πᾶσα καὶ τροφὴν καὶ παιδείαν τὴν αὐτὴν προσήκειν ἀμφοῖν. παντὶ γὰρ δὴ ζῴῳ καὶ φυτῷ τὴν ἐπιμέλειαν τὴν προσαγομένην ὀρθῶς ἐμποιεῖν χρὴ τὴν ἐκείνῳ προσήκουσαν ἀρετήν. ἢ εἰ μὲν ἔδει αὐλεῖν δύνασθαι παραπλησίως ἄνδρα καὶ γυναῖκα, καὶ εἰ τοῦθ’ ἑκατέρῳ αὐτοῖν ἀναγκαῖον ἦν πρὸς τὸν βίον, ἀμφοτέρους ἂν ἐπ’ ἴσον τὴν αὐλητικὴν τέχνην ἐξεδιδάσκομεν, καὶ εἰ κιθαρίζειν ἔδει ἑκάτερον, . . . · ἀμφοτέρους δὲ εἰ δεῖ γενέσθαι ἀγαθοὺς τὴν ἀνθρώπῳ προσήκουσαν ἀρετὴν καὶ φρονεῖν ὁμοίως δύνασθαι καὶ σωφρονεῖν καὶ ἀνδρείας μετέχειν καὶ δικαιοσύνης μηδὲν ἧττον θατέρου θάτερον, οὐκ ἄρ’ ὁμοίως ἑκάτερον παιδεύσομεν οὐδὲ τὴν τέχνην, ἀφ’ ἧς γένοιτ’ ἂν ἄνθρωπος ἀγαθός, ἐπ’ ἴσον ἀμφοτέρους διδάξομεν; ἀλλὰ χρὴ οὕτω ποιεῖν καὶ οὐχ ἑτέρως. ’τί οὖν; καὶ ταλασίαν’ φησί τις ἴσως ἀξιοῖς σὺ παραπλησίως ἐκμανθάνειν ταῖς γυναιξὶν τοὺς ἄνδρας καὶ γυμναστικὴν μετέρχεσθαι τοῖς ἀνδράσιν ὁμοίως τὰς γυναῖκας;’ τοῦτο μὲν οὐκέτι ἀξιώσω ἐγώ· φημὶ δὲ ὅτι οὔσης ἐν τῷ γένει ⟨τῷ⟩ ἀνθρωπίνῳ τῆς μὲν ἰσχυροτέρας φύσεως τῆς τῶν ἀρρένων, τῆς δ’ ἀσθενεστέρας τῆς τῶν θηλειῶν, ἑκατέρᾳ φύσει τῶν ἔργων ἀπονεμητέον τὰ προσφορώτατα, καὶ τὰ μὲν βαρύτερα τοῖς ἰσχυροτέροις ἀποδοτέον, τὰ δὲ ἐλαφρότερα τοῖς ἀσθενεστέροις· διὰ τοῦτο ταλασία μὲν ταῖς γυναιξὶ μᾶλλον πρέποι ἂν ἤπερ ἀνδράσιν, ὥσπερ ⟨καὶ⟩ οἰκουρία· γυμναστικὴ δὲ ἀνδράσι μᾶλλον ἢ γυναιξίν, ὥσπερ καὶ θυραυλία· ἐνίοτε μέντοι καὶ ἄνδρες τινὲς τῶν ἐλαφροτέρων ἔργων ἔνια καὶ δοκούντων γυναικείων μεταχειρίσαιντ’ ἂν εἰκότως, καὶ γυναῖκες αὖ τῶν σκληροτέρων καὶ δοκούντων μᾶλλον προσήκειν ἀνδράσιν ἐργάσαιντ’ ἄν, ὅταν ἢ τὰ τοῦ σώματος οὕτως ὑφηγῆται ἢ τὰ τῆς χρείας ἢ τὰ τοῦ καιροῦ. πάντα μὲν γὰρ ἴσως ἐν κοινῷ κεῖται τὰ ἀνθρώπεια ἔργα καὶ ἔστι κοινὰ ἀνδρῶν καὶ γυναικῶν, καὶ οὐδὲν ἀποτακτὸν ἐξ ἀνάγκης τῷ ἑτέρῳ· ἔνια δὲ δὴ ἐπιτηδειότερα τὰ μὲν τῇδε τῇ φύσει, τὰ δὲ τῇδε· δι’ ὃ τὰ μὲν ἀνδρεῖα καλεῖται, τὰ δὲ γυναικεῖα· ὅσα μέντοι τὴν ἀναφορὰν ἔχει εἰς ἀρετήν, ταῦτα φαίη τις ἂν ὀρθῶς ἐπ’ ἴσον ἑκατέρᾳ προσήκειν φύσει, εἴ γε καὶ τὰς ἀρετὰς προσήκειν φαμὲν οὐδὲν τοῖς ἑτέροις μᾶλλον ἢ τοῖς ἑτέροις. ὅθεν εἰκότως οἶμαι καὶ παιδευτέον ὅσα πρὸς ἀρετὴν παραπλησίως τό τε θῆλυ καὶ τὸ ἄρρεν· καὶ ἀρξαμένους ἀπὸ νηπίων εὐθὺς διδακτέον, ὅτι τοῦτο μὲν ἀγαθόν, τοῦτο δὲ κακὸν † κακὸν ταὐτὸν ἀμφοῖν, καὶ τοῦτο μὲν ὠφέλιμον, τοῦτο δὲ βλαβερόν, καὶ τόδε μὲν πρακτέον, τόδε δὲ οὔ· ἐξ ὧν περιγίνεται φρόνησις τοῖς μανθάνουσιν ὁμοίως κόραις καὶ κόροις, καὶ οὐδὲν διαφορώτερον τοῖς ἑτέροις· εἶτα δὲ ἐμποιητέον αἰδῶ πρὸς ἅπαν αἰσχρόν· ὧν ἐγγενομένων ἀνάγκη σώφρονας εἶναι καὶ ἄνδρα καὶ γυναῖκα. καὶ μὴν τὸν παιδευόμενον ὀρθῶς, ὅστις ἂν ᾖ, εἴτε ἄρρην εἴτε θήλεια, ἐθιστέον μὲν ἀνέχεσθαι πόνου, ἐθιστέον δὲ μὴ φοβεῖσθαι θάνατον, ἐθιστέον δὲ μὴ ταπεινοῦσθαι πρὸς συμφορὰν μηδεμίαν· δι’ ὅσων ἄν τις εἴη ἀνδρεῖος. ἀνδρείας δὲ μικρῷ πρότερον ἐδείχθη δεῖν μετεῖναι καὶ γυναιξίν. ἔτι τοίνυν πλεονεξίαν μὲν φεύγειν, ἰσότητα δὲ τιμᾶν, καὶ εὐποιεῖν μὲν θέλειν, κακοποιεῖν δὲ μὴ θέλειν ἄνθρωπον ὄντα ἀνθρώπους, ἔστι μὲν δίδαγμα κάλλιστον καὶ δικαίους ἐπιτελεῖ τοὺς μανθάνοντας· τί δὲ μᾶλλον ἄνδρα μεμαθηκέναι χρὴ ταῦτα; εἰ γὰρ νὴ Δία πρέπει δικαίας εἶναι γυναῖκας, καὶ ταὐτὰ δεῖ μεμαθηκέναι ἄμφω τά γε κυριώτατα καὶ μέγιστα. εἰ γάρ τί που καὶ μικρὸν ὁ μὲν εἴσεται, ἡ δὲ οὔ, ἢ ἀνάπαλιν ἡ μὲν εἴσεται, ὁ δὲ οὔ, τεχνίτου τινὸς ἐχόμενον, οὔπω τοῦτο διάφορον ἀποφαίνει τὴν ἑκατέρου παιδείαν· μόνον περὶ μηδενὸς τῶν μεγίστων ἕτερος ἕτερα μεμαθηκέτω, ἀλλὰ ταὐτά. ἂν δέ τις ἐρωτᾷ με, τίς ἐπιστήμη τῆς παιδείας ταύτης ἐπιστατεῖ, λέξω πρὸς αὐτὸν ὅτι φιλοσοφίας ἄνευ ὥσπερ ἀνὴρ οὐκ ἂν οὐδείς, οὕτως οὐδ’ ἂν γυνὴ παιδευθείη ὀρθῶς. καὶ οὐ τοῦτο βούλομαι λέγειν, ὅτι τρανότητα περὶ λόγους καὶ δεινότητά τινα περιττὴν χρὴ προσεῖναι ταῖς γυναιξίν, εἴπερ φιλοσοφήσουσιν ὡς γυναῖκες· οὐδὲ γὰρ ἐπ’ ἀνδρῶν ἐγὼ πάνυ τι τοῦτο ἐπαινῶ· ἀλλ’ ὅτι ἤθους χρηστότητα καὶ καλοκἀγαθίαν τρόπου κτητέον ταῖς γυναιξίν· ἐπειδὴ καὶ φιλοσοφία καλοκἀγαθίας ἐστὶν ἐπιτήδευσις καὶ οὐδὲν ἕτερον. ΛΥΚΙΟΥ ΕΚἘΚ ΤΩΝ ΜΟΥΣΩΝΙΟΥ ΠΟΤΕΡΟΝ ΙΣΧΥΡΟΤΕΡΟΝ ΕΩΟΣ Η ΛΟΓΟΣ. Αὖθις ἐνέπεσεν ἡμῖν ζήτησις πότερον ἀνυσιμώτερον πρὸς κτῆσιν ἀρετῆς ἔθος ἢ λόγος ⟨εἴη⟩, εἰ ὁ μὲν λόγος διδάσκοι ὀρθῶς τί εἴη ποιητέον, τὸ δὲ ἔθος γίνοιτο κατὰ τοιοῦτον λόγον πράττειν ἐθιζομένων. τῷ δὲ Μουσωνίῳ τὸ ἔθος ἐδόκει εἶναι ἀνυσιμώτερον, καὶ συνηγορῶν τῇ ἑαυτοῦ δόξῃ ἤρετο τῶν παρόντων τινὰ οὕτως· Δυοῖν ὄντοιν ἰατροῖν, τοῦ μὲν ἱκανοῦ λέγειν καὶ περὶ τῶν ἰατρικῶν ὡς ὅτι ἐμπειρότατα, περὶ δὲ θεραπείαν τῶν καμνόντων μηδὲν τετριμμένου, τοῦ δ’ εἰπεῖν μὲν ἀδυνάτου, θεραπεύειν δ’ εἰθισμένου κατὰ τὸν λόγον τὸν ἰατρικόν, πότερον, ἔφη, μᾶλλον ἕλοιο ἂν παρεῖναί σοι νοσοῦντι; Ὁ δὲ ἀπεκρίνατο, ⟨ὅτι⟩ τὸν θεραπεύειν εἰθισμένον. Καὶ ὁ Μουσώνιος· Τί δέ; δυοῖν ἀνδροῖν τοῦ μὲν πεπλευκότος πολλάκις καὶ κυβερνήσαντος ἤδη πλοῖα ἱκανά, τοῦ δὲ ὀλιγάκις μὲν πεπλευκότος, κυβερνήσαντος δὲ μηδέποτε· ἐὰν οὗτος ὁ μὴ κυβερνήσας ἱκανώτατα λέγῃ ὃν τρόπον χρὴ κυβερνᾶν, ὁ δ’ ἕτερος ἐνδεῶς καὶ παντάπασιν ἀσθενῶς, ποτέρῳ ἂν πλέων χρήσαιο κυβερνήτῃ; Καὶ ὃς εἶπεν, ὅτι τῷ κυβερνήσαντι πολλάκις. Πάλιν ὁ Μουσώνιος· Μουσικοῖν δὲ δυοῖν, τοῦ μὲν τοὺς λόγους ἐπισταμένου τοὺς μουσικοὺς καὶ λέγοντος αὐτοὺς πιθανώτατα, ᾄδειν δὲ ἢ κιθαρίζειν ἢ λυρίζειν ἀδυνατοῦντος, τοῦ δὲ περὶ μὲν τοὺς λόγους ὄντος ἥττονος, κιθαρίζοντος δὲ καλῶς καὶ λυρίζοντος, ἔτι δὲ ᾄδοντος· ποτέρῳ ἂν ἐπιτρέψαις ἔργον μουσικόν, ἢ πότερον ἂν ἐθέλοις γενέσθαι διδάσκαλον τῶν μουσικῶν παιδὸς οὐκ εἰδότος; Ὁ δὲ ἀπεκρίνατο, ὅτι τὸν ἐν τοῖς ⟨ἔργοις⟩ ἱκανόν. Τί οὖν, εἶπεν ὁ Μουσώνιος, ταῦτα μὲν ταύτῃ ἔχει· περὶ δὲ σωφροσύνης ἢ ἐγκρατείας τοῦ ἃ χρὴ δύνασθαι λέγειν οὐ πολὺ κρεῖττον τὸ ἐγκρατῆ γενέσθαι καὶ σώφρονα περὶ τὰ πραττόμενα πάντα; Συνεχώρει κἀνταῦθα ὁ νεανίσκος, ἧττον καὶ φαυλότερον εἶναι τοῦ σωφρονεῖν ἔργῳ τὸ λέγειν περὶ σωφροσύνης ἱκανῶς. Ὅθεν ὁ Μουσώνιος συνάπτων τοῖς προειρημένοις, πῶς οὖν ἐπὶ τούτοις, ἔφη, τὸ τὸν ἑκάστου λόγον ἐπίστασθαι πράγματος κρεῖττον ἂν εἴη τοῦ ἐθίζεσθαι καὶ πράττειν τὰ πράγματα κατὰ τὴν ὑφήγησιν τοῦ λόγου; ἐπείπερ τὸ μὲν ἔθος πρὸς τὸ δύνασθαι πράττειν ἄγει, τὸ δ’ ἐπίστασθαι λόγον τοῦ πράγματος πρὸς τὸ δύνασθαι λέγειν. συνεργεῖ μὲν γὰρ καὶ τῇ πράξει ὁ λόγος διδάσκων ὅπως πρακτέον καὶ ἔστι τῇ τάξει πρότερος τοῦ ἔθους· οὐ γὰρ ἐθισθῆναί τι καλὸν οἷόν τε μὴ κατὰ λόγον ἐθιζόμενον· δυνάμει μέντοι τὸ ἔθος προτερεῖ τοῦ λόγου, ὅτι ἐστὶ κυριώτερον ἐπὶ τὰς πράξεις ἄγειν τὸν ἄνθρωπον ἤπερ ὁ λόγος.