6. Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν. Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι. λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται. Ἔῤῥωσο. 7. Βασιλεῖ βασιλέων τῷ ἐμῷ μεγάλῳ δεσπότῃ Ἀρταξέρξῃ Ὑστάνης Ἑλλησπόντου ὕπαρχος χαίρειν. Ἣν ἔπεμψας ἐπιστολὴν, λέγων πέμψαι Ἱπποκράτει ἰητρῷ Κῴῳ ἀπὸ Ἀσκληπιαδῶν γεγονότι, ἔπεμψα, καὶ παρ’ αὐτοῦ δὲ ἐκομισάμην ἀπόκρισιν, ἣν γράψας ἔδωκε καὶ ἐκέλευσεν ἐς σὸν οἶκον πέμπειν. Φέροντα οὖν ἀπέστειλά σοι φάναι Γυμνάσβην Διευτύχη. Ἔῤῥωσο.