6. Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν. Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι. λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται. Ἔῤῥωσο. 7. Βασιλεῖ βασιλέων τῷ ἐμῷ μεγάλῳ δεσπότῃ Ἀρταξέρξῃ Ὑστάνης Ἑλλησπόντου ὕπαρχος χαίρειν. Ἣν ἔπεμψας ἐπιστολὴν, λέγων πέμψαι Ἱπποκράτει ἰητρῷ Κῴῳ ἀπὸ Ἀσκληπιαδῶν γεγονότι, ἔπεμψα, καὶ παρ’ αὐτοῦ δὲ ἐκομισάμην ἀπόκρισιν, ἣν γράψας ἔδωκε καὶ ἐκέλευσεν ἐς σὸν οἶκον πέμπειν. Φέροντα οὖν ἀπέστειλά σοι φάναι Γυμνάσβην Διευτύχη. Ἔῤῥωσο. 8. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Κῴοις τάδε λέγει. Δότε ἐμοῖς ἀγγέλοις Ἱπποκράτην ἰητρὸν κακοὺς τρόπους ἔχοντα καὶ εἰς ἐμὲ καὶ εἰς Πέρσας ἀσελγαίνοντα. Εἰ δὲ μὴ, γνώσεσθε καὶ τῆς πρώτης ἁμαρτίας τιμωρίην τίσοντες· δηϊώσας γὰρ τὴν ὑμετέρην πόλιν καὶ νῆσον κατασπάσας εἰς πέλαγος, ποιήσω μηδὲ ἐς τὸν ἐπίλοιπον χρόνον γνῶναι, εἰ ἦν ἐπὶ τούτῳ τῷ τόπῳ νῆσος ἢ πόλις Κῶ. 9. Ἀπόκρισις Κῴων. Ἔδοξε τῷ δάμῳ ἀποκρίνασθαι τοῖς παρὰ Ἀρταξέρξου ἀγγέλοις, ὅτι Κῷοι οὐδὲν ἀνάξιον πράξουσιν οὔτε Μέροπος οὔτε Ἡρακλέους οὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱπποκράτεα, οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι. Καὶ γὰρ Δαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶ ὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισιν διδοῖ. Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον. Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ’ οἱ θεοὶ ἀμελήσουσιν ἁμέων. 10. Ἀβδηριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος Ἱπποκράτει χαίρειν. Κινδυνεύεται τὰ μέγιστα τῇ πόλει νῦν, Ἱππόκρατες, ἀνὴρ τῶν ἡμετέρων, ὃς καὶ τῷ παρόντι χρόνῳ καὶ τῷ μέλλοντι αἰεὶ κλέος ἠλπίζετο τῇ πόλει· μηδὲ νῦν ὅδε, πάντες θεοὶ, φθονηθείη· οὕτως ὑπὸ πολλῆς τῆς κατεχούσης αὐτὸν σοφίης νενόσηκεν, ὥστε φόβος οὐχ ὁ τυχὼν, ἂν φθαρῇ τὸν λογισμὸν Δημόκριτος, ὄντως δὴ τὴν πόλιν ἡμῶν Ἀβδηριτῶν καταλειφθήσεσθαι. Ἐκλαθόμενος γὰρ ἁπάντων καὶ ἑωυτοῦ πρότερον, ἐγρηγορὼς καὶ νύκτα καὶ ἡμέρην, γελῶν ἕκαστα μικρὰ καὶ μεγάλα, καὶ μηδὲν οἰόμενος εἶναι τὸν βίον ὅλον διατελεῖ. Γαμεῖ τις, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ δημηγορεῖ, ἄλλος ἄρχει, πρεσβεύει, χειροτονεῖται, ἀποχειροτονεῖται, νοσεῖ, τιτρώσκεται, τέθνηκεν, ὁ δὲ γελᾷ πάντα, τοὺς μὲν κατηφεῖς τε καὶ σκυθρωποὺς, τοὺς δὲ χαίροντας ὁρῶν. Ζητεῖ δὲ ὁ ἀνὴρ καὶ περὶ τῶν ἐν ᾍδου, καὶ γράφει ταῦτα, καὶ εἰδώλων φησὶ πλήρη τὸν ἠέρα εἶναι, καὶ ὀρνέων φωνὰς ὠτακουστεῖ, καὶ πολλάκις νύκτωρ ἐξαναστὰς μοῦνος ἡσυχῇ ᾠδὰς ᾄδοντι ἔοικε, καὶ ἀποδημεῖν ἐνίοτε λέγει ἐς τὴν ἀπειρίην, καὶ Δημοκρίτους εἶναι ὁμοίους ἑωυτῷ ἀναριθμήτους, καὶ συνδιεφθορὼς τῇ γνώμῃ τὸ χρῶμα ζῇ. Ταῦτα φοβούμεθα, Ἱππόκρατες, ταῦτα ταραττόμεθα, ἀλλὰ σῶζε, καὶ ταχὺς ἐλθὼν νουθέτησον τὴν ἡμῶν πατρίδα, μηδὲ ἡμᾶς ἀποβάλῃς· καὶ γὰρ οὐδὲ ἀπόβλητοί ἐσμεν, καὶ ἐν ἡμῖν μαρτυρία κεῖται. Οὐκ ἂν ἁμάρτοις οὔτε δόξης τῆς ἐπ’ αὐτῷ περισωθέντι οὔτε χρημάτων οὔτε παιδείας, καίτοι τὰ παιδείης πολλῷ σοι βελτίω τῶν τῆς τύχης. Ἀλλ’ οὖν καὶ ταῦτα συχνὰ παρ’ ἡμῶν καὶ ἄφθονα γενήσεται. Τῆς γὰρ Δημοκρίτεω ψυχῆς, ἀλλ’ οὐδ’ εἰ χρυσὸς ἦν, ἡ πόλις ἀνταξία σου ἐλεύσιος, οὐδ’ ὁτιοῦν ἀφυστερήσαντος. Τοὺς νόμους ἡμῶν δοκοῦμεν νοσεῖν, Ἱππόκρατες, τοὺς νόμους παρακόπτειν. Ἴθι θεραπεύσων, ἀνδρῶν φέριστε, ἄνδρα ἀρίσημον, οὐκ ἰητρὸς, ἀλλὰ κτίστης ἐὼν ὅλης τῆς Ἰωνίης, περιβάλλων ἡμῖν ἱερώτερον τεῖχος. Πόλιν, οὐκ ἄνδρα θεραπεύσεις, βουλὴν δὲ νοσοῦσαν καὶ κινδυνεύουσαν ἀποκλεισθῆναι, μέλλεις ἀνοιγνύναι, αὐτὸς νομοθέτης, αὐτὸς δικαστὴς, αὐτὸς ἄρχων, αὐτὸς σωτὴρ, καὶ τούτων τεχνίτης ἀφίξῃ. Ταῦτά σε προσδοκῶμεν, Ἱππόκρατες, ταῦτα καὶ γένοιο ἐλθών. Μία πόλεων οὐκ ἄσημος, μᾶλλον δὲ ἡ Ἑλλὰς ὅλη δεῖται σου φυλάξαι σῶμα σοφίης. Αὐτὴν δὲ δόκει παιδείαν πρεσβεύειν πρὸς σὲ τῆς παρακοπῆς ταύτης ἀπαλλαγῆναι δεομένην. Ξυγγενὲς μὲν οὖν, ὡς ἔοικε, πᾶσι σοφίη, τοῖς δ’ ἐγγυτέρω κεχωρηκόσιν αὐτῆς ὥσπερ ἡμῖν καὶ μάλα πλέον. Εὖ ἴσθι, χαριεῖ καὶ τῷ μέλλοντι αἰῶνι μὴ προεκλιπὼν Δημόκριτον ἧς ἐλπίζει προτερήσειν ἀληθείης. Σὺ γὰρ Ἀσκληπιῷ προσπέπλεξαι γένος καὶ τέχνην, ὁ δὲ Ἡρακλέους ἔστιν ἀδελφιδοῦς, ἀφ’ οὗ Ἄβδηρος, ὥς που πυνθάνῃ πάντως, ᾧ ἐπώνυμος ἡ πόλις, ὥστε κᾀκείνῳ χάρις ἡ Δημοκρίτου γένοιτ’ ἄν ἴησις. Ὁρῶν οὖν, ὦ Ἱππόκρατες, εἰς ἀναισθησίαν ἀποῤῥέοντα καὶ δῆμον καὶ ἄνδρα ἀρίσημον, σπεῦδε πρὸς ἡμέας, δεόμεθα. Φεῦ, ὡς καὶ τὰ ἀγαθὰ περιττεύσαντα νοῦσοι τυγχάνουσιν· ὁ Δημόκριτος γὰρ ὅσον ἐῤῥώσθη πρὸς ἄκρα σοφίης, ἴσα κινδυνεύει νῦν ἀποπληξίᾳ διανοίας καὶ ἠλιθιότητι κεκακῶσθαι. Οἱ δ’ ἄλλοι ὅσοι πολλοὶ εἰσὶν Ἀβδηριτῶν, μείναντες ἐν ἀπαιδευσίῃ, τόν γε κοινὸν κατέχουσι νοῦν, ἀλλὰ νῦν γε φρονιμώτεροι νοῦσον σοφοῦ κρίνειν, οἱ πρὶν ἄφρονες. Ἴθι οὖν μετὰ Ἀσκληπιοῦ πατρὸς, ἴθι μετὰ Ἡρακλέους θυγατρὸς Ἠπιόνης, ἴθι μετὰ παίδων τῶν ἐπὶ Ἴλιον στρατευσαμένων, ἴθι νῦν παιώνια νούσου φέρων ἄκη. Εὐκαρπήσει δὲ γῆ ῥίζας καὶ βοτάνας, ἀλεξιφάρμακα μανίης ἄνθη· σχεδὸν οὐδέποτε γονιμώτερον εὐφορήσουσιν οὔτε γῆ οὔτε ὀρέων ἀκρώρειαι ἢ νῦν Δημοκρίτῳ τὰ πρὸς τὴν ὑγείην. Ἔῤῥωσο.