4. Ὑστάνης ὕπαρχος Ἑλλησπόντου Ἱπποκράτει Ἀσκληπιαδῶν ὄντι ἀπογόνῳ χαίρειν. Βασιλεὺς μέγας Ἀρταξέρξης σοῦ χρῄζων ἔπεμψε πρὸς ἡμέας ὑπάρχους, κελεύων σοι ἀργύριον καὶ χρυσὸν καὶ τὰ ἄλλα χύδην ὧν σπανίζεις καὶ ὅσα βούλει διδόναι, καὶ πέμπειν πρὸς ἑωυτὸν ἐν τάχει· ἔσεσθαι γὰρ Περσέων τοῖς ἀρίστοις ἰσότιμον. Σὺ οὖν παραγίνου ξυντόμως. Ἔῤῥωσο.