3. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν. Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος καὶ ἐς ἐμὲ κλέος ἀφῖκται τῆς τέχνης. Δὸς οὖν αὐτῷ χρυσὸν ὁκόσον ἂν βούληται, καὶ τὰ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε ἐς ἡμέας. Ἔσται γὰρ ἰσότιμος Περσέων τοῖς ἀρίστοις· καὶ εἴ τις ἐστὶν ἄλλος ἀνὴρ κατ’ Εὐρώπην ἀγαθὸς, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥηΐδιον. Ἔῤῥωσο.