24. Ἱπποκράτους ὑγιεινὸν πρὸς Δημήτριον βασιλέα. Ἱπποκράτης Κῷος βασιλεῖ Δημητρίῳ χαίρειν. Ἡμεῖς καὶ πρότερον σπουδάζοντες, ὦ βασιλεῦ, περὶ τῆς ἀνθρωπίνης φύσιος ἐν κεφαλαίῳ θεωρῆσαι τὰ μέρη, ταῦτα ξυγγράψαντες καθάπερ ἠξίωσας, ἀπεστείλαμεν. Νῦν δὲ περὶ ὧν δεῖ μάλιστα σπουδάζειν τοὺς ἔμφρονας, ἡμεῖς τὰ μὲν καὶ παρὰ τῶν πρότερον παρειληφότες, τὰ δὲ καὶ νῦν αὐτοὶ προσεξευρίσκοντες, γεγράφαμέν σοι· οἷς σὺ [καὶ] τῶν προτέρων ἀῤῥωστημάτων σημείοις γινομένοις ἐπακολουθῶν καὶ χρώμενος πλειστάκις, ἄνουσος ἂν εἴης τὸν ἅπαντα χρόνον. Ἔστι δὲ δύο γένη ἀῤῥωστιῶν ἁπάντων ζώων, ἡ μὲν κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι. Τὰς δ’ ἐπιθυμίας τὰς κατὰ τὴν τροφὴν ἐκ τῶν ὑπεναντίων ὄψει, ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά· τὰς δὲ νούσους ἁπάσας ἐξ ὑπεναντίων ὄψει καθεστηκυίας καὶ νούσους ὑπὸ νούσων γινομένας. Ὑπὸ σπασμῶν, πυρετὸς ἐπιγινόμενος ἵστησι τὸ νόσημα· κεφαλῆς δὲ περιωδυνίας αἷμα κατὰ τὰ ὦτα ῥαγὲν ἢ κατὰ τὰς ῥῖνας· σπασμοὶ πᾶσι τοῖς μελαγχολικοῖς ἐπιγιγνόμενοι παύουσι τὰς μελαγχολίας. Καὶ καθόλου μέν ἐστι καὶ ῥίζα τῶν ἀνθρωπίνων νοσημάτων ἡ κεφαλὴ, καὶ τὰ ἀῤῥωστήματα τὰ μέγιστα ἐκ ταύτης παραγίνεται· ἐπικειμένην γὰρ αὐτὴν τῷ σώματι, ὥσπερ σικύαν τῶν εἰσφερομένων ἁπάντων συμβαίνει αὐτὴν ἕλκειν περιττώματα καὶ τοὺς λεπτομερεῖς χυμούς. Δεῖ δὲ προσέχειν τὸν νοῦν, ἰδίως [τε] ζῇν αὐτὸν παρασκευάσαντα εἰς ταῦτα τὰ μέρη, ὅπως μηδεμίαν αὔξησιν λαμβάνῃ τὰ προσπίπτοντα τῶν ἀῤῥωστημάτων διά γε τῆς ἐπιμελείης καὶ τῆς εὐταξίης τῆς παρὰ σοὶ γινομένης, καὶ μήτε ταῖς τῶν ἀφροδισίων ἀκρασίαις μήτε ταῖς τῶν διαφόρων ἐδεσμάτων μήτε τοῖς ὕπνοις τοῖς ὑπερχαλαστικοῖς, ἀγυμνάστου ὄντος τοῦ σώματος, χρώμενον, ἀλλ’ ἐπακολουθοῦντα τοῖς σημείοις τοῖς γινομένοις ἐν τῷ σώματι, διατηρεῖν τὸν καιρὸν ἑκάστου, ὅκως ἂν φυλαξάμενος τὸ ἀῤῥώστημα τὸ μέλλον ἐπιφέρεσθαι, ταῖς θεραπηΐαις αἷς ἂν ἐγὼ γράφω χρώμενος, διατελῇς ἄνουσος ἐών. 25. Δόγμα Ἀθηναίων. Ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων. Ἐπειδὴ Ἱπποκράτης Κῷος, ἰατρὸς ὑπάρχων καὶ γεγονὼς ἀπὸ Ἀσκληπιοῦ, μεγάλην εὔνοιαν μετὰ σωτηρίας ἐνδέδεικται τοῖς Ἕλλησι, ὅτε καὶ λοιμοῦ ἰόντος ἀπὸ τῆς βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, κατὰ τόπους ἀποστείλας τοὺς ἑαυτοῦ μαθητὰς, παρήγγειλε τίσι χρὴ θεραπείαις χρωμένους ἀσφαλῶς διαφεύξασθαι τὸν ἐπιόντα λοιμὸν, ὅπως τε ἰητρικὴ τέχνη Ἀπόλλωνος διαδοθεῖσα τοῖς Ἕλλησιν ἀσφαλῶς σώζει τοὺς κάμνοντας αὐτῶν· ἐξέδωκε δὲ καὶ ξυγγράψας ἀφθόνως τὰ περὶ τῆς ἰητρικῆς τέχνης, πολλοὺς βουλόμενος τοὺς σώζοντας ὑπάρχειν ἰητρούς· τοῦ τε Περσῶν βασιλέως μεταπεμπομένου αὐτὸν ἐπὶ τιμαῖς ταῖς κατ’ αὐτὸν ἴσαις καὶ δώροις ἐφ’ οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρῆται, ὑπερεῖδε τὰς ὑποσχέσεις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸς ἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν. Ὅπως οὖν ὁ δῆμος Ἀθηναίων φαίνηται προαιρούμενος τὰ χρήσιμα διὰ παντὸς ὑπὲρ τῶν Ἑλλήνων καὶ ἵνα χάριν ἀποδῷ πρέπουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων; δεδόκηται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλα δημοσίᾳ καθάπερ Ἡρακλέα τὸν Διὸς, καὶ στεφανῶσαι αὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων· ἀναγορεῦσαί τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ ἀγῶνι τῷ γυμνικῷ· καὶ ἐξεῖναι πᾶσι Κώων παισὶν ἐφηβεύσιν ἐν Ἀθήναις καθάπερ παισὶν Ἀθηναίων, ἐπειδή περ ἡ πατρὶς αὐτῶν ἄνδρα τοιοῦτον ἐγέννησεν· εἶναι δὲ Ἱπποκράτει καὶ πολιτείαν καὶ σίτισιν ἐν. Πρυτανείῳ διὰ βίου.