2. Παῖτος βασιλεῖ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃ χαίρειν. Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην λοιμικοῦ πάθους· ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα· ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων. Ἱπποκράτης δὲ ἰητρὸς ἰῆται τοῦτο τὸ πάθος· τῷ γένει μὲν οὖν ἐστὶ Δωριεὺς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος. Οὗτος θείᾳ φύσει κέχρηνται, καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν ἐς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴν ἰητρικήν. Γίνεται μὲν οὖν ὁ θεῖος Ἱπποκράτης, ἔνατος μὲν ἀπὸ Κρισάμιδος τοῦ βασιλέως, ὀκτωκαιδέκατος δὲ ἀπὸ Ἀσκληπιοῦ, εἰκοστὸς δὲ ἀπὸ Διὸς, μητρὸς δὲ Πραξιθέας τῆς Φαιναρέτης ἐκ τῆς οἰκίας τῶν Ἡρακλειδῶν· ὥστε κατ’ ἀμφότερα τὰ σπέρματα θεῶν ἀπόγονός ἐστιν ὁ θεῖος Ἱπποκράτης, πρὸς μὲν πατρὸς Ἀσκληπιάδης ὢν, πρὸς δὲ μητρὸς Ἡρακλείδης. Ἔμαθε δὲ τὴν τέχνην παρά τε τῷ πατρὶ Ἡρακλείδῃ καὶ παρὰ τῷ πάππῳ Ἱπποκράτει. Ἀλλὰ παρὰ μὲν τούτοις, ὡς εἰκὸς, τὰ πρῶτα ἐμυήθη τῆς ἰητρικῆς ὅσα πιθανὸν ἦν καὶ τούτους εἰδέναι, τὴν δὲ σύμπασαν τέχνην αὐτὸς ἑωυτὸν ἐδιδάξατο, θείᾳ φύσει κεχρημένος, καὶ τοσοῦτον ὑπερβεβηκὼς τῇ τῆς ψυχῆς εὐφυΐᾳ τοὺς προγόνους, ὅσον διενήνοχεν αὐτῶν καὶ τῇ τῆς τέχνης ἀρετῇ. Καθαίρει δὲ οὐ θηρίων μὲν γένος, θηριωδῶν δὲ νοσημάτων καὶ ἀγρίων πολλὴν γῆν καὶ θάλασσαν, διασπείρων πανταχόθεν, ὥσπερ ὁ Τριπτόλεμος τὰ τῆς Δήμητρος σπέρματα, τὰ τοῦ Ἀσκληπιοῦ βοηθήματα. Τοιγαροῦν ἐνδικώτατα καὶ αὐτὸς ἀνιέρωται πολλαχοῦ τῆς γῆς, ἠξίωταί τε τῶν αὐτῶν Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν. Αὐτὸν μετάπεμψαι κελεύων ἀργύριον καὶ χρυσίον ὅσον ἂν βούληται δώσειν αὐτῷ. Οὗτος γὰρ ἐπίσταται οὐχ ἕνα τρόπον τῆς ἰήσιος τοῦ πάθεος, οὗτος πατὴρ ὑγιείης, οὗτος σωτὴρ, οὗτος ἀκεσώδυνος, οὗτος ἁπλῶς ἡγεμὼν τῆς θεοπρεποῦς ἐπιστήμης. Ἔῤῥωσο. 3. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν. Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος καὶ ἐς ἐμὲ κλέος ἀφῖκται τῆς τέχνης. Δὸς οὖν αὐτῷ χρυσὸν ὁκόσον ἂν βούληται, καὶ τὰ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε ἐς ἡμέας. Ἔσται γὰρ ἰσότιμος Περσέων τοῖς ἀρίστοις· καὶ εἴ τις ἐστὶν ἄλλος ἀνὴρ κατ’ Εὐρώπην ἀγαθὸς, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥηΐδιον. Ἔῤῥωσο.