18. Δημόκριτος Ἱπποκράτει εὖ πράττειν. Ἐπῆλθες ἡμῖν ὡς μεμηνόσιν, ὦ Ἱππόκρατες, ἐλλέβορον δώσων, πεισθεὶς ἀνοήτοις ἀνδράσι, παρ’ οἷσιν ὁ πόνος τῆς ἀρετῆς μανίη κρίνεται. Ἐτυγχάνομεν δὲ περὶ κόσμου διαθέσιος καὶ πολογραφίης, ἔτι τε ἄστρων οὐρανίων ξυγγράφοντες. Γνοὺς δὲ τὴν ἐπὶ τούτοις φύσιν, ὡς ἀκεραίως κάρτα εἴη ἐπιδεδημιουργημένα καὶ ὡς τῆλου μανίης καὶ παραφρονήσιος καθεστήκοι, ἐμοῖο μὲν φύσιν ἐπῄνεσας, ἀπηνέας δὲ καὶ μεμηνότας κείνους ἔκρινας. Ὁκόσα γὰρ ἰνδαλμοῖσι διαλλάττοντα ἀνὰ τὸν ἠέρα πλάζει ἡμέας, ἃ δὴ κόσμῳ ξυνεώραται καὶ ἀμειψιρυσμέοντα τέτευχε, ταῦτα· νόος ἐμὸς φύσιν ἐρευνήσας ἀτρεκέως ἐς φάος ἤγαγεν· μάρτυρες δὲ τουτέων βίβλοί ὑπ’ ἐμοῖο γραφεῖσαι. Χρὴ οὖν καὶ σὲ, ὦ Ἱππόκρατες, μὴ τοιουτοτρόποισιν ἀνδράσιν ξυνέρχεσθαι καὶ ξυνομιλέειν, ὧν νόος ἀκρόπλοος καὶ ἀβέβαιος καθέστηκεν. Εἴ γάρ τοι πεισθεὶς ὡς μεμηνότα με επότισας ἐν ἐλλεβόρῳ, ἡ πινυτὴ μανίη ἂν ἐγεγόνει, καὶ σέο τέχνην ἂν κατεμέμψαντο, ὡς παραιτίην παρακοπῆς γεγενημένην· ἐλλέβορος γὰρ ὑγιαίνουσι. μὲν δοθεὶς ἐπισκοτεῖ διάνοιαν, μεμηνόσι δὲ κάρτα ὠφελέειν εἴωθεν. Γνῶθι γὰρ εἰ μὴ κατειλήφεις με γράφοντα, ἀνακείμενον δὲ ἢ σχέδην περιπατεῦντα καὶ προσομιλεῦντα ἐμαυτῷ, ὁτὲ μὲν δυσχεραίνοντα, ὁτὲ δὲ μειδιῶντα ἐπὶ τοῖσιν ἐννοουμένοισιν ὑπ’ ἐμοῖο, καὶ τοῖσι μὲν προσομιλέουσι τῶν γνωρίμων οὐ προσέχοντα, ἐφιστάντα δὲ τὴν διάνοιαν καὶ σκεπτόμενον ἐκπάγλως, ᾠήθης ἂν Δημόκριτον, κατά γε ὄψιος κρίσιν ἐκ τῶν ὁρεομένων; μανίης εἰκόνι ἐοικέναι. Χρὴ οὖν τὸν ἰητρὸν μὴ μοῦνον ὄψει τὰ πάθεα κρίνειν, ἀλλὰ καὶ πρήγματι τούς τε ῥυθμοὺς ἀνακρίνειν ὡς ἐπιτοπλεῖστον, καὶ πότερον ἄρχοιτο τὸ πάθος ἤ μεσάζοι ἢ λήγοι, καὶ διαφορὴν καὶ ὥρην καὶ ἡλικίην παρατηροῦντα ἰητρεύειν τὸ πάθος οὐλομελίην τε τοῦ σκήνεος· ἐκ γὰρ τουτέων ἁπάντων εὐχερῶς τὴν νοῦσον εὑρήσεις. Ἀπέσταλκα δέ σοι τὸν περὶ μανίης λόγον. Ἔῤῥωσο. 19. Ὁ περὶ μανίης λόγος. Μαινόμεθα, ὡς ἔφην ἐν τῷ περὶ ἱερῆς νούσου, ὑπὸ ὑγρότητος τοῦ ἐγκεφάλου, ἐν ᾧ ἐστὶ τὰ τῆς ψυχῆς ἔργα. Ὅταν ὑγρότερος τῆς φύσιος ᾖ, ἀνάγκη κινεῖσθαι, κινουμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν. ἀλλὰ ἄλλοτε ἀλλοῖα ὁρᾷν τε καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι, οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον ὁ ἄνθρωπος. Γίνεται δὲ ἡ διαφθορὰ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς, γνώσῃ δὲ έκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοηταὶ οὐδὲ θορυβώδεες· οἱ δὲ ὑπὸ χολῆς, πλῆκται καὶ κακοῦργοι καὶ οὐκ ἠρεμαῖοι. Ἢν μὲν ξυνεχῶς μαίνωνται, αὗται αἱ προφάσιες εἰσίν· ἢν δὲ δείματα καὶ φόβοι, ὑπὸ μεταστάσιος γίνεται τοῦ ἐγκεφάλου θερμαινομένου ὑπὸ χολῆς ὁρμώσης ἐπ’ αὐτὸν κατὰ τὰς φλέβας τὰς αἱματίτιδας· ὅταν δὲ ἀπέλθῃ ἡ χολὴ πάλιν ἐς τὰς φλέβας καὶ τὸ σῶμα, πέπαυται. Ἀνιῆται δὲ καὶ ἀσῆται καὶ ἐπιλήθεται, παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ ξυνισταμένου παρὰ τὸ ἔθος. Ὅταν δὲ ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται ὑπὸ χολῆς κατὰ τὰς φλέβας τὰς εἰρημένας, ἐπιζέσαντος τοῦ αἵματος, ἐνύπνια ὁρεῦσι φοβερὰ, καὶ ὡς ἐγρηγορότος τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθραίνονται, καὶ ἡ γνώμη ἐπινοεῖ τι κακόν ἐργάζεσθαι· τοῦτο καὶ ἐν τῷ ὕπνῳ πάσχει· ὅταν δὲ τὸ αἷμα σκεδασθῇ πάλιν ἐς τὰς φλέβας, πέπαυται. Ἐν δὲ τῷ πέμπτῳ τῶν ἐπιδημιῶν ἱστόρησα ὡς ἐγίνετο ἀφωνίη, ἄγνοια, παραληρήσεις συχναὶ καὶ ὑποστροφαί· ἡ δὲ γλῶσσα σκληρὴ, καὶ εἰ μὴ διακλύσαιτο, λαλεῖν οὐχ οἷός τε ἦν, καὶ σφόδρα πικρὴ τὰ πολλά· φλεβοτομίη ἔλυσεν, ὑδροποσίη, μελίκρητον, ἐλλεβόρων πόσιες· οὗτος ὀλίγον ἐπιζήσας χρόνον ἐτελεύτησεν. Ἄλλος ἦν δν, ὅτε εἰς ποτὸν ὁρμῴη, φόβος τῆς αὐλητρίδος ἐλάμβανεν, εἰ ἀκούσειεν αὐλούσης, ἡμέρης δὲ ἀκούων οὐδὲν ἔπασχεν.