12. Ἱπποκράτης Φιλοποίμενι χαίρειν. Οἱ τὴν τῆς πόλιος ἐπιστολὴν ἀποδόντες μοι πρέσβεις καὶ τεὴν ἀπέδοσαν, ἥσθην τε κάρτα καὶ ξενίην ὑπισχνεομένου σέο καὶ τὴν ἑτέρην διαίτην. Ἔλθοιμεν δ’ ἂν αἰσίῃ τύχῃ, καὶ ἀφιξόμεθα ὡς ὑπολαμβάνομεν χρηστοτέρῃσιν ἐλπίσιν [ἢ] ὡς ἐν τῇ γραφῇ παραδεδήλωται, οὐ μανίην ἀλλὰ ψυχῆς τινὰ ῥῶσιν ὑπερβάλλουσαν διασαφηνέοντος τοῦ ἀνδρὸς, μήτε παίδων μήτε γυναικὸς μήτε ξυγγενέων μήτε οὐσίης μήτε τινὸς ὅλως ἐν φροντίδι ἐόντος, ἡμέρην δὲ καὶ εὐφρόνην πρὸς ἑωυτῷ καθεστεῶτος καὶ ἰδιάζοντος, τὰ μὲν πολλὰ ἐν ἄντροισι καὶ ἐρημίῃσιν ἢ ἐν ὑποσκιάσεσι δενδρέων, ἢ ἐν μαλθακῇσι ποίῃσιν, ἢ παρὰ συχνοῖσιν ὑδάτων ῥείθροισιν. Συμβαίνει μὲν οὖν τὰ πολλὰ τοῖσι μελαγχολῶσι τὰ τοιαῦτα· σιγηροί τε γὰρ ἐνίοτε εἰσὶ καὶ μονήρεες, καὶ φιλέρημοι τυγχάνουσιν· ἀπανθρωπέονταί τε ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες· οὐκ ἀπεοικὸς δὲ καὶ τοῖσι περὶ παιδείην ἐσπουδακόσι τὰς ἄλλας φροντίδας ὑπὸ μιῆς τῆς ἐν σοφίῃ διαθέσιος σεσοβῆσθαι. Ὥσπερ γὰρ δμῶές τε καὶ δμωΐδες ἐν τῇσιν οἰκίῃσι θορυβέοντες καὶ στασιάζοντες, ὁκόταν ἐξαπιναίως αὐτοῖσιν ἡ δέσποινα ἐπιστῇ, πτοηθέντες ἀφησυχάζουσι, παραπλησίως καὶ αἱ λοιπαὶ κατὰ ψυχὴν ἐπιθυμίαι ἀνθρώποισι κακῶν ὑπηρέτιδες· ἐπὴν δὲ σοφίης ὄψις ἑωυτέην ἐπιστήσῃ, ὡς δοῦλα τὰ λοιπὰ πάθεα ἐκκεχώρηκεν. Ποθέουσι δ’ ἄντρα καὶ ἡσυχίην οὐ πάντως οἱ μανέντες, ἀλλὰ καὶ οἱ τῶν ἀνθρωπίνων πρηγμάτων ὑπερφρονήσαντες ἀταραξίης ἐπιθυμίῃ· ὁκόταν γὰρ ὁ νοῦς ὑπὸ τῶν ἔξω φροντίδων κοπτόμενος ἀναπαῦσαι θελήσῃ τὸ σῶμα, τότε ταχέως ἐς ἡσυχίην μετήλλαξεν, εἶτα ἀναστὰς ὄρθριος ἐν ἑωυτῷ περιεσκόπει κύκλῳ χωρίον ἀληθείης, ἐν ᾧ οὐ πατὴρ, οὐ μήτηρ, οὐ γυνὴ, οὐ τέκνα, οὐ κασίγνητος, οὐ ξυγγενέες, οὐ δμῶες, οὐ τύχη, οὐχ ὅλως οὐδὲν τῶν θόρυβον ἐμποιησάντων· πάντα δ’ ἀποκεκλεισμένα τὰ ταράσσοντα ἕστηκεν ὑπὸ φόβου, οὐδὲ πλησιάσαι τολμέοντα ὑπ’ εὐλαβείης τῶν αὐτόθι ἐνοικεόντων· οἰκέουσι δὲ τὸ χωρίον ἐκεῖνο καὶ τέχναι καὶ ἀρεταὶ παντοῖαι καὶ θεοὶ καὶ δαίμονες καὶ βουλαὶ καὶ γνῶμαι. Καὶ ὁ μέγας πόλος ἐν ἐκείνῳ τῷ χωρίῳ τοὺς πολυκινήτους ἀστέρας κατέστεπται, εἰς ὃ τάχα καὶ Δημόκριτος ὑπὸ σοφίης μετῴκισται· εἶτ’ οὐκ ἔτι ὁρέων τοὺς ἐν τῇ πόλει, ἅτε τηλοῦ ἐκδεδημηκὼς, δοξάζεται μανίης νοῦσον διὰ τὸ φιλέρημον· σπεύδουσι δὲ Ἀβδηρῖται ἀργυρίου ἐξελεγχθῆναι, ὅτι οὐ ξυνιᾶσι Δημόκριτον. Ἀλλὰ σύ γε ἡμῖν κατάρτυε τὴν ξενίην, ὦ ἑταῖρε Φιλοποίμην· οὐ γὰρ ἐθέλω τεταραγμένῃ τῇ πόλι παρασχεῖν ὄχλησιν, ἐκ παλαιοῦ ἴδιον ἔχων ξένον σε, ὡς οἶσθα. Ἔῤῥωσο. 13. Ἱπποκράτης Διονυσίῳ χαίρειν. Ἢ περίμεινόν με ἐν Ἁλικαρνασσῷ, ἢ φθάσον αὐτὸς ἐλθεῖν, ὦ ἑταῖρε· κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω χάριν, ἐφ’ ὃν νοσέοντα μετεπέμψατό με ἡ πόλις. Ἄλεκτος γάρ τις ἡ συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε· ὡς μία ψυχὴ ξυννοσέει τῷ πολίτῃ· ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι. Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ’ ἀμετρίην παιδείης, οὐκ οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον. Δόξα δὲ νούσου γίνεται τὸ ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην· δοκιμάζει δὲ ἕκαστος ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν· ὥς που καὶ ὁ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ ὁ φιλάργυρος τὴν μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον. Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος, καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα. Σὺ δὲ ἔπειξον, ὦ Διονύσιε, αὐτὸς παραγενέσθαι· βούλομαι γὰρ ἐνδιατρῖψαί σε τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς καὶ πρῶτον ἡμέων τῆς πόλιος· ἐπειδὴ οὐκ οἶδ’ ὅκως ἐκ συντυχίης ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον· ὥστε οὐδὲ πολλαὶ παρενοχλήσουσι νοῦσοι· πλὴν ὅμως πάριθι. Οἰκήσεις δὲ τὴν ἐμὴν οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοῦς γονέας διὰ τὴν ἐμὴν ἐκδημίην. Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκεινης, ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους ἄνδρας νομίσῃ· κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον ὑπερφυῷς γερόντιον. Ἀλλ’ ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος, ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ’ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει. Ἐγὼ δὲ φίλον οἴομαι ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός· οὐ γὰρ ὡς ἐκείνοισι καὶ τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι’ οὗ πολλάκις ἐπισκιάζονται τὴν νουθεσίην· φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον ὑπ’ εὐνοίης. Ἔῤῥωσο.