ΕΠΙΣΤΟΛΛΙ. ΔΟΓΜΑ. ΕΠΙΒΩΜΙΟΣ. ΠΡΕΣΒΕΥΤΙΚΟΣ. 1. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Παίτῳ χαίρειν. Νοῦσος προσεπέλασεν ἡ καλεομένη λοιμικὴ τοῖς στρατεύμασιν ἡμῶν, καὶ πολλὰ ποιησάντων ἡμῶν, ἔνδοσιν οὐκ ἔδωκεν. Ὅθεν ἀξιῶ παντοίως καὶ πάσαις ταῖς παρ’ ἐμοῦ διδομέναις δωρεαῖς, ἤ τι τῶν ἐκ φύσεώς σου ἐπινοημάτων, ἤ τι τῶν ἐκ τῆς τέχνης πρήξεων, ἤ τινος ἑτέρου ἀνδρὸς ἑρμηνείην δυναμένου ἰήσασθαι, πέμπε τάχος· μάστιξον, ἀξιῶ, τὸ πάθος· ἀλύκη γὰρ κατὰ τὸν ὄχλον καὶ πολὺς ἄλυς πνεῦμα μέγα καὶ πυκνὸν ἔχων. Οὐ πολεμοῦντες πολεμούμεθα, ἐχθρὸν ἔχοντες τὸν θῆρα λυμαινόμενον τὰ ποίμνια· τέτρωκε πολλοὺς, δυσιάτους ἐποίησε, πικρὰ βέλη βελῶν καταπέμπει· οὐ φέρω· γνώμην οὐκ ἔτι ἔχω μετ’ ἀνδρῶν γονίμων βουλεύσασθαι. Λῦε ταῦτα πάντα μὴ διαλείψας ἀγαθῇ συνειδήσει. Ἔῤῥωσο.