8. Ἰσχιάδες δὲ ἀπὸ τῶνδε μάλιστα γίνονται τοῖσι πολλοϊσιν, ἢν εἱληθῇ ἐν ἡλίῳ πουλὺν χρόνον, καὶ τὰ ἰσχία διαθερμανθῇ, καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ τὸ ἐνεὸν τοῖς ἄρθροισιν ὑπὸ τοῦ καύματος. Ὡς δ’ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μέγα τεκμήριον· ὁ γὰρ νοσέων ἐνστρέφεσθαι καὶ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἀλγηδόνος τῶν ἄρθρων καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους. Ἀλγέει δὲ μᾶλλον τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ τοῦ πλαγίου τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη πλεῖστον χρόνον ἐν τοῖσι βουβῶσιν, ἅμα καὶ ἐν τοῖσιν ἰσχίοισιν, ὀξείη καὶ καυματώδης· καὶ ἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, οἰμώζει ὑπὸ τῆς ἀλγηδόνος, ὅσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός. Γίνεται δὲ ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ αἵματος· καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τῶν νουσημάτων, καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός· ἀλλὰ χρὴ ὧδε μελετῇν.