6. Ὁ δὲ τέτανος ἧσσον θανατώδης τῶν πρόσθεν, Γίνεται δὲ ἀπὸ τῶν αὐτέων, καὶ σπᾶται πᾶν τὸ σῶμα ὁμοίως. 7. Καῦσος δὲ τοῖσι προειρημένοισιν οὐχ ὁμοίως γίνεται· φύσει γὰρ ἅπας ὡς ἠνάγκασθαι πυρέξαι. Δίψα μὲν οὖν πολλὴ ἔχει τὸν ἄνθρωπον καὶ πυρετὸς σφοδρός. Γλῶσσα δὲ ῥήγνυται τρηχυνομένη, καὶ ξηρὴ γίνεται, καὶ τὸ χρῶμα αὐτῆς τὸ μὲν πρῶτον ὠχρόν ἐστι, οἷόν περ εἴωθε, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται, καὶ ἢν μὲν ἐν ἀρχῇσι μελαίνοιτο, θάσσους αἱ κρίσιες εἰσὶν, ἢν δὲ ὕστερον, χρονιώτεραι. 8. Ἰσχιάδες δὲ ἀπὸ τῶνδε μάλιστα γίνονται τοῖσι πολλοϊσιν, ἢν εἱληθῇ ἐν ἡλίῳ πουλὺν χρόνον, καὶ τὰ ἰσχία διαθερμανθῇ, καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ τὸ ἐνεὸν τοῖς ἄρθροισιν ὑπὸ τοῦ καύματος. Ὡς δ’ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μέγα τεκμήριον· ὁ γὰρ νοσέων ἐνστρέφεσθαι καὶ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἀλγηδόνος τῶν ἄρθρων καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους. Ἀλγέει δὲ μᾶλλον τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ τοῦ πλαγίου τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη πλεῖστον χρόνον ἐν τοῖσι βουβῶσιν, ἅμα καὶ ἐν τοῖσιν ἰσχίοισιν, ὀξείη καὶ καυματώδης· καὶ ἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, οἰμώζει ὑπὸ τῆς ἀλγηδόνος, ὅσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός. Γίνεται δὲ ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ αἵματος· καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τῶν νουσημάτων, καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός· ἀλλὰ χρὴ ὧδε μελετῇν. 9. Ἴκτερος δέ ἐστιν ὀξὺς καὶ ταχέως ἀποκτείνων· ἡ χροιὴ δὲ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη, καθὰ καὶ οἱ σαῦροι οἱ χλωρότεροι· παρόμοιος δέ οἱ ὁ χρὼς, καὶ ἐν τῷ οὔρῳ ὑφίσταται οἷον ὀρόβιον πυῤῥὸν, καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει· ἐνίοτε δὲ καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται καὶ ξύεται, τὰ ἑωθινὰ ἄσιτος ἐὼν, τὰ ἔνδοθεν· ἔπειτα μύζει τὰ σπλάγχνα ὡς ἐπιτοπολύ. Καὶ ὁκόταν ἀνιστῇ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχιται. Οὗτος ὡς ἐπιτοπολύ θνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων· ταύτας δὲ διαφυγὼν ὑγιαίνει. 10. Ἡ δὲ περιπλευμονίη τοιάδε ποιέει· πυρετός τε ἰσχυρὸς ἴσχει, καὶ πνεῦμα πυκνὸν, καὶ θερμὸν ἀναπνέει· καὶ ἀπορίη καὶ ἀδυναμίη ἔχει, καὶ ῥιπτασμὸς, καὶ ὀδύναι περὶ τὴν ὠμοπλάτην καὶ τὴν κληβδα καὶ τὸν τιτθὸν, καὶ βάρος ἐν τοῖσι στήθεσι, καὶ παραφροσύναι. Ἔστι δ’ ὅτε καὶ ἀνώδυνός ἐστιν, ἕως ἂν ἄρξηται βήσσειν, πολυχρονιωτέρη δὲ ἐκείνης καὶ χαλεπωτέρη. Τὸ δὲ σίαλον λευκὸν καὶ ἀφρῶδες πτύει τὸ πρῶτον. Ἡ δὲ γλῶσσα ξανθὴ, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται· ἢν μὲν οὖν ἐν ἀρχῇ μελαίνοιτο, θάσσους αἱ ἀπαλλαγαί· ἢν δὲ ὕστερον, σχολαίτεραι· τελευτῶσι δὲ καὶ ῥήγνυται ἡ γλῶσσα· κἢν προσθῇς τὸν δάκτυλον, ἔχεται· τὴν δὲ ἀπαλλαγὴν τῆς νούσου σημαίνει ἡ γλῶσσα, ἅπερ καὶ ἐν τῇ πλευρίτιδι ὁμοίως. Ταῦτα δὲ πάσχει ἡμέρας τεσσαρεσκαίδεκα τὸ ἐλάχιστον, τὸ πλεῖστον δὲ εἴκοσι καὶ μίαν, καὶ βήσσει τοῦτον τὸν χρόνον σφόδρα, καὶ καθαίρεται ἅμα τῇ βηχὶ τὸ μὲν πρῶτον πουλὺ καὶ ἀφρῶδες σίαλον, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ, ὅταν ὁ πυρετὸς ἀκμάζῃ καὶ ὑγρὰ ᾖ ἡ περιπλευμονίη, παχύτερον· ἢν δὲ μὴ, οὔ· ἐνάτῃ δὲ καὶ δεκάτῃ ὑπόχλωρον καὶ ὕφαιμον· δωδεκάτῃ δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης πουλὺ καὶ πυῶδες. Ὧν ὑγραί εἰσιν αἱ φύσεις καὶ διαθέσεις τοῦ σώματος, καὶ ἡ νοῦσος ἰσχυρή· ὧν δὲ ἥ τε φύσις καὶ ἡ στάσις τῆς νόσου ξηρὴ, ἧσσον οὗτοι.