5. Ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει διὰ πλῆθος τὰ αὐτὰ, γίνεται δὲ ὁκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ· νοσέει δὲ ἢ ἀπὸ συνάγχης, ἢ ἀπὸ σταφυλῆς, ἢ τῶν ἀμφιβραγχίων ἐμπύων γινομένων· ἐνίοισι δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγεγενημένων σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων. Οὗτος ἕλκεται εἰς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὲ μετάφρενον πέπηγε καὶ τὰ στήθεα, [καὶ] οἰμώζει. Οὗτος σπᾶται σφόδρα, ὥστε μόλις κατέχεται ὑπὸ τῶν παρεόντων, μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν.