10. Ἡ δὲ περιπλευμονίη τοιάδε ποιέει· πυρετός τε ἰσχυρὸς ἴσχει, καὶ πνεῦμα πυκνὸν, καὶ θερμὸν ἀναπνέει· καὶ ἀπορίη καὶ ἀδυναμίη ἔχει, καὶ ῥιπτασμὸς, καὶ ὀδύναι περὶ τὴν ὠμοπλάτην καὶ τὴν κληβδα καὶ τὸν τιτθὸν, καὶ βάρος ἐν τοῖσι στήθεσι, καὶ παραφροσύναι. Ἔστι δ’ ὅτε καὶ ἀνώδυνός ἐστιν, ἕως ἂν ἄρξηται βήσσειν, πολυχρονιωτέρη δὲ ἐκείνης καὶ χαλεπωτέρη. Τὸ δὲ σίαλον λευκὸν καὶ ἀφρῶδες πτύει τὸ πρῶτον. Ἡ δὲ γλῶσσα ξανθὴ, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται· ἢν μὲν οὖν ἐν ἀρχῇ μελαίνοιτο, θάσσους αἱ ἀπαλλαγαί· ἢν δὲ ὕστερον, σχολαίτεραι· τελευτῶσι δὲ καὶ ῥήγνυται ἡ γλῶσσα· κἢν προσθῇς τὸν δάκτυλον, ἔχεται· τὴν δὲ ἀπαλλαγὴν τῆς νούσου σημαίνει ἡ γλῶσσα, ἅπερ καὶ ἐν τῇ πλευρίτιδι ὁμοίως. Ταῦτα δὲ πάσχει ἡμέρας τεσσαρεσκαίδεκα τὸ ἐλάχιστον, τὸ πλεῖστον δὲ εἴκοσι καὶ μίαν, καὶ βήσσει τοῦτον τὸν χρόνον σφόδρα, καὶ καθαίρεται ἅμα τῇ βηχὶ τὸ μὲν πρῶτον πουλὺ καὶ ἀφρῶδες σίαλον, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ, ὅταν ὁ πυρετὸς ἀκμάζῃ καὶ ὑγρὰ ᾖ ἡ περιπλευμονίη, παχύτερον· ἢν δὲ μὴ, οὔ· ἐνάτῃ δὲ καὶ δεκάτῃ ὑπόχλωρον καὶ ὕφαιμον· δωδεκάτῃ δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης πουλὺ καὶ πυῶδες. Ὧν ὑγραί εἰσιν αἱ φύσεις καὶ διαθέσεις τοῦ σώματος, καὶ ἡ νοῦσος ἰσχυρή· ὧν δὲ ἥ τε φύσις καὶ ἡ στάσις τῆς νόσου ξηρὴ, ἧσσον οὗτοι.