56. Εἰλεοῦ ἐπιγενομένου, οἶνον ψυχρὸν δίδου πίνειν πουλὺν ἄκρατον κατ’ ὀλίγον, ἕως ὕπνος, ἢ σκελέων ὀδύνη γίνηται· λύει δὲ καὶ πυρετὸς ἢ δυσεντερίη. 57. Κεφαλὴν περιωδυνοῦντι καὶ νοσέοντι, πύου ῥέοντος ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὰς ῥῖνας, λύεται τὸ νόσημα. 58. Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαπίνης ὀδύναι ἐγγίνονται ἐν ταῖς κεφαλαῖς, καὶ παραχρῆμα ἄφωνοι γίνονται, καὶ ῥέγκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέραις, ἐὰν μὴ πυρετὸς ἐπιλάβῃ. 59. Κεφαλὴν περιωδυνέοντι σικύην πρόσβαλε, ὅ τι ἂν τῶν ἄνω χωρίων πονήσῃ· λύει ὀδύνη ἐς ἰσχία καὶ γούνατα καὶ ἆσθμα, ὅ τι ἂν τουτέων γίνηται. 60. Ὀφθαλμιῶντι ὑπὸ διαῤῥοίης ἁλῶναι ἀγαθόν.