16. Αἱ πεπάνσιες τῶν οὔρων κατὰ μικρὸν ἐκπεπαινόμεναι, ἐν τῇσι κρισίμοις ἐὰν πεπανθῶσι, λύουσι τὴν νοῦσον. Παράδειγμα δεῖ τῶν οὔρων τὰ ἕλκεα ποιέεσθαι· τά τε γὰρ ἕλκεα, ἢν μὲν ἀνακαθαίρηται πύῳ λευκῷ, ταχείην θεραπείην δηλοῖ· ἐὰν δὲ μεταβάλλῃ ἐς τοὺς ἰχῶρας, κακοήθη γίνεται· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ οὖρα σημαίνει. Ἐὰν ἐκ πόνου λεπτὰ γένηται, ἀπὸ τῆς προφάσιος δεῖ λογίζεσθαι, ᾖ τὸ νόσημα παρεγένετο, καὶ ταύτην ὁρᾷν ἐπεὶ παύεται· ὡς ταύτης ὑπολειπομένης, τῶν ἄλλων σημείων ἐπιγινομένων οἵων δεῖ, οὐκ εἶναι ἀπαλλαγὴν τῇ νούσῳ οἰητέον. Ἐὰν ἀλγέῃ ἡ κεφαλὴ, καὶ ἀπὸ τουτέου πυρετὸς ἐπιγένηται, [καὶ] τουτέου μὴ καταπαύσηται, μηδὲ τῆς ὀδύνης παυομένης, οὐ κρίσιμος ὁ πυρετός. Κρίσεως μακρῆς ἔτι ἐπὶ τὸ ἄμεινον, πλεῖστα ταὐτ’ ἐστὶ καὶ ἐπὶ τουτέων ἅπερ ἐς ὑγίην ἰόντα. 17. Ἐν τοῖσιν ὑποχονδρίοισιν οἰδήματα μαλθακὰ καὶ ἀνώδυνα καὶ ὑπείκοντα ἐπεὶ θιγγάνῃς αὐτέου, χρονιωτέρας μὲν τὰς κρίσιας ποιέει, ἧσσον δὲ φοβερὰς τῶν ἐναντίων τουτέοις φυμάτων· ὡσαύτως δὲ ἔχει καὶ περὶ τῶν ἐν τῇ ἄλλῃ κοιλίῃ φυμάτων. 18. Οὔρων δὲ ἢν τὸ μὲν οὐρηθὲν καθαρὸν ᾗ, τὸ δ’ ὑπόστημα λευκόν τε καὶ λεῖον ἔχῃ, χρονιωτέρη ἡ κρίσις, ἢ καὶ ἧσσον ἀσφαλὲς τοῦ βελτίστου οὔρου· ἢν δέ ποτε ὑπέρυθρον [τὸ] οὖρον καὶ τὸ ὑπόστημα ὑπέρυθρον καὶ λεῖον, πουλυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου, σωτήριον δὲ κάρτα. 19. Ὁκόσα δὲ ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἐν τεσσαράκονθ’ ἡμέραις ἀφλέγμαντα καθίστανται. 20. Ἅπερ ἐς θάνατον ἐν ἡμέρῃ καὶ νυκτὶ κρίνεται, ἅπερ ἀσθενεώσεως σημεῖα, οἷον φαρμακοποσίης, κοιλίης ἐκταράξεως καὶ ἄνω καὶ κάτω, ἄσης, καὶ τῶν ἄλλων τῶν τοιουτέων· ἢν μὲν οὖν ἀπαλλάσσηται τούτων τὰ σημεῖα ἐν ἡμέρῃ καὶ νυκτί· εἰ δὲ μὴ, θανατώδη νομίζειν εἶναι.