ΠΕΡΙ ΚΡΙΣΙΩΝ. 1. Περὶ κρισίων ξυντόμων ἐπὶ τὸ ἄμεινον τὰ μὲν πλεῖστα ταὐτὰ ἐστὶν, ἅπερ ἐς ὑγίην σημεῖα. Ἱδρῶτες γὰρ ἄριστοί εἰσιν καὶ τάχιστα πυρετὸν παύοντες οἱ ἐν τῇσι κρισίμῃσιν ἡμέρῃσι γινόμενοι καὶ τελέως τὸν πυρετὸν ἀπαλλάσσοντες· ἀγαθοὶ δὲ καὶ ὅσοι διὰ παντὸς τοῦ σώματος γενόμενοι εὐπετεστέρως τὸ νόσημα φέρειν ποιήσουσιν· οἳ δ’ ἂν τουτέων τι μὴ ἐργάσωνται, οὐ λυσιτελέσουσι γινόμενοι. 2. Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νόσου· ἔστω δὲ ὑπόπυῤῥον καὶ μὴ σφόδρα δυσῶδες· ἐπιτήδειον δὲ καὶ ἕλμινθας ἐξιέναι πρὸς τὴν κρίσιν. 3. Οὖρον δὲ ἄριστόν ἐστιν, ὃ ἂν ἔχῃ λευκότατον ὑπόστημα καὶ λεῖον καὶ ὁμαλὸν παρὰ πάντα τὸν χρόνον ἕως ἂν κριθῇ τὸ νόσημα· σημαίνει γὰρ ἀσφαλέα καὶ ὀλιγοχρονίην τὴν νοῦσον ἔσεσθαι. Ἢν ἱδρῶτος ἐγγενομένου ἡ νούσος ἐκλίπῃ, καὶ τὸ οὖρον πυῤῥὸν θεωρηθῇ λευκὴν ὑπόστασιν ἔχον, τουτέοισιν αὐθημερὸν ὑποστροφὴ τοῦ πυρετοῦ γίνεται, οὗτος καὶ ἐν πέντε ἀκινδύνως κρίνεται. 4. Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ὑγιάζεσθαι μέγιστα σημεῖα ἅπαξ γίνεται· ἀπονώτεροι γὰρ διατελοῦσιν καὶ ἀκίνδυνοι, καὶ τὰς νύκτας κοιμέονται, καὶ τὰ ἄλλα σημεῖα προφαίνουσιν ἀσφαλέα. 5. Οἷς ἐν πυρετῷ μὴ θανατώδει κεφαλῆς ἄλγημα καὶ τὰ ἄλλα περιεστικὰ σημεῖα, χολὴ τουτέων κρατεῖ.