11. Προσθέσιος δὲ δι’ ὀργάνων καὶ σημαντικῶν ἐπιδείξιος, καὶ τῶν τοιουτοτρόπων μνήμην παρεῖναι. 12. Ἢν δὲ καὶ εἵνεκα ὁμίλου θέλῃς ἀκρόασιν ποιήσασθαι, οὐκ ἀγακλεῶς ἐπιθυμέεις, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς· ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίη· ἀπαρνέομαι γὰρ εἰς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν· περιποιήσῃ γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην. 13. Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης· παρεόντων μὲν οὐδὲν ἐπιτελέει· ἀπεόντων δὲ μνήμη ἀνεκτή. Γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν ὅρκοις τε παμμεγέθεσι, θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νόσου, ἀναγνώσιος ξυνεχείης, κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένου, καὶ πρινὴ νούσῳ καταπορέωσιν ἠθροισμένοι. Τῶν μὲν οὖν τοιουτέων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπηΐης ξυλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθεῖν· ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τουτέοισι διεφθαρμένη. Τουτέων οὖν δι’ ἀνάγκην ἀξυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τριβὴν, μὴ τὴν τήρησιν δογμάτων ἱστορίης. Τίς γὰρ ἐπιθυμεῖ δογμάτων πολυσχιδίην ἀτρεκέως ἱστορέειν, μή γε χειροτριβίης ἀτρεμεότητι; διὸ παραινέω τουτέοισι λέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν. 14. Ξυνεσταλμένης διαίτης, μὴ μακρὴν ἐγχειρέειν· τοῦ κάμνοντος χρονίη ἡ ἐπιθυμίη· ἀνίστησι καὶ ξυγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον. Ὡς μέγας φόβος φυλακτέος, καὶ χάρας δεινότης. Ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη. Ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον. Ἀσαφίη δὲ γλώττης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ οὔατα, πρίν τε πρότερα ἐξαγγεῖλαι, ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν, ἕτερα ἐπιδιανοεῖσθαι· τὸ μὲν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα ξυμβαίνει φιλοτεχνοῦσιν. Ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε πάμπουλυς. Νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου. Μικρὴ αἰτίη ἄκεσι λύεται, ἢν μή τι περὶ τόπον καίριον πάθῃ. Διότι ξυμπάθησις ὑπὸ λύπης ἐοῦσα ὀχλέει, ἐξ ἑτέρου συμπαθείης τινὲς ὀχλεῦνται. Καταύδησις λυπέει. Φιλοπονίης κρατερῆς ὕπο, παραίνεσις, ἀλέα, ᾠδὴ, τόπος ὀνησιφόρος.