4. Ἡγεμονικωτατον μὲν οὖν τουτέων ἁπάντων τῶν προειρημένων ἡ φύσις· καὶ γὰρ οἱ ἐν τέχναισιν, ἢν προσῇ αὐτέοισι τοῦτο, διὰ πάντων τουτέων πεπόρευνται τῶν προειρημένων. Ἀδίδακτον γὰρ τὸ χρέος ἔν τε τῇ σοφίῃ καὶ ἐν τῇ τέχνῃ· πρόσθε μὲν ἢ διδαχθῇ, ἐς τὸ ἀρχὴν λαβεῖν ἡ φύσις κατεῤῥύη καὶ κέχυται, ἡ δὲ σοφίη ἐς τὸ εἰδῆσαι τὰ ἀπ’ αὐτέης τῆς φύσιος ποιεύμενα. Καὶ γὰρ ἐν ἀμφοτέροισι τοῖσι λόγοισι πολλοὶ κρατηθέντες οὐδαμῆ συναμφοτέροισιν ἐχρήσαντο τοῖσι πρήγμασιν ἐς δεῖξιν· ἐπὴν οὖν τις αὐτέων ἐξετάζῃ τι πρὸς ἀληθείην τῶν ἐν ῥήσει τιθεμένων, οὐδαμῆ τὰ πρὸς φύσιν αὐτέοισι χωρήσει. Εὑρίσκονται γοῦν οὗτοι παραπλησίην ὁδὸν ἐκείνοισι πεπορευμένοι. Διόπερ ἀπογυμνούμενοι τὴν πᾶσαν ἀμφιέννυνται κακίην καὶ ἀτιμίην. Καλὸν γὰρ ἐκ τοῦ διδαχθέντος ἔργου λόγος· πᾶν γὰρ τὸ ποιηθὲν τεχνικῶς ἐκ λόγου ἀνηνέχθη· τὸ δὲ ῥηθὲν τεχνικῶς, μὴ ποιηθὲν δὲ, μεθόδου ἀτέχνου δεικτικὸν ἐγενήθη· τὸ γὰρ οἴεσθαι μὲν, μὴ πρήσσειν δὲ, ἀμαθίης καὶ ἀτεχνίης σημεῖόν ἐστιν· οἴησις γὰρ μάλιστα ἐν ἰητρικῇ αἰτίην μὲν τοῖσι κεχρημένοισιν, ὄλεθρον δὲ τοῖσι χρεομένοισιν ἐπιφέρει· καὶ γὰρ ἢν ἑωυτοὺς ἐν λόγοισι πείσαντες οἰηθῶσιν εἰδέναι ἔργον τὸ ἐκ μαθήσιος, καθάπερ χρυσὸς φαῦλος ἐν πυρὶ κριθεὶς τοιούτους αὐτοὺς ἀπέδειξεν. Καίτοι γε τοιαύτη ἡ πρόῤῥησις ἀπαρηγόρητος. ᾟ σύνεσις ὁμογενής ἐστιν, εὐθὺ τὸ πέρας ἐδήλωσε γνῶσις· τῶν δ’ ὁ χρόνος τὴν τέχνην εὐοδέα κατέστησεν, ἢ τοῖσιν ἐς τὴν παραπλησίην οἶμον ἐμπίπτουσι τὰς ἀφορμὰς δήλους ἐποίησε. 5. Διὸ δεῖ ἀναλαμβάνοντα τουτέων τῶν προειρημένων ἕκαστα, μετάγειν τὴν σοφίην ἐς τὴν ἰητρικὴν καὶ τὴν ἰητρικὴν ἐς τὴν σοφίην. Ἰητρὸς γὰρ φιλόσοφος ἰσόθεος· οὐ πολλὴ γὰρ διαφορὴ ἐπὶ τὰ ἕτερα· καὶ γὰρ ἔνι τὰ πρὸς σοφίην ἐν ἰητρικῇ πάντα, ἀφιλαργυρίη, ἐντροπὴ, ἐρυθρίησις, καταστολὴ, δόξα, κρίσις, ἡσυχίη, ἀπάντησις, καθαριότης, γνωμολογίη, εἴδησις τῶν πρὸς βίου χρηστῶν καὶ ἀναγκαίων, ἀκαθαρσίης ἀπεμπόλησις, ἀδεισιδαιμονίη, ὑπεροχὴ θεία. Ἔχουσι γὰρ ἃ ἔχουσι πρὸς ἀκολασίην, πρὸς βαναυσίην, πρὸς ἀπληστίην, πρὸς ἐπιθυμίην, πρὸς ἀφαίρεσιν, πρὸς ἀναιδείην. Αὕτη γὰρ ἡ γνῶσις τῶν προσιόντων καὶ χρῆσις τῶν πρὸς φιλίην, καὶ ὡς καὶ ὁκοίως τὰ πρὸς τέκνα, πρὸς χρήματα. Ταύτῃ μὲν οὖν ἐπικοινωνὸς σοφίη τις, ὅτι καὶ ταῦτα τὰ πλεῖστα ὁ ἰητρὸς ἔχει. 6. Καὶ γὰρ μάλιστα ἡ περὶ θεῶν εἴδησις ἐν νόῳ αὐτὴ ἐμπλέκεται· ἐν γὰρ τοῖσιν ἄλλοισι πάθεσι καὶ ἐν συμπτώμασιν εὑρίσκεται τὰ πολλὰ πρὸς θεῶν ἐντίμως κειμένη ἡ ἰητρική. Οἱ δὲ ἰητροὶ θεοῖσι παρακεχωρήκασιν· οὐ γὰρ ἔνι περιττὸν ἐν αὐτέῃ τὸ δυναστεῦον. Καὶ γὰρ οὗτοι πολλὰ μὲν μεταχειρέονται, πολλὰ δὲ καὶ κεκράτηται αὐτέοισι δι’ ἑωυτέων. Ἃ δὲ καταπλεονεκτεῖ νῦν ἡ ἰητρικὴ, ἐντεῦθεν παρέξει. Ἔστι γὰρ ὁδός τις ἐν σοφίῃ ὧδε καὶ αὐτέοισιν ἐκείνοισιν· οὕτω δ’ οὐκ οἴονται, ὁμολογέουσι δὲ τὰ περὶ σώματα παραγενόμενα, ἃ δὴ διὰ πάσης αὐτῆς πεπόρευται, μετασχηματιζόμενα ἢ μεταποιούμενα, ἃ δὲ μετὰ χειρουργίης ἰώμενα, ἃ δὲ βοηθούμενα, θεραπευόμενα ἢ διαιτώμενα. Τὸ δὲ κεφαλαιωδέστατον ἔστω ἐς τὴν τουτέων εἴδησιν.