9. Τὰ μὲν οὖν κατ’ ἰητρεῖον ἀναγκαῖα ὄργανα, καὶ περὶ ἃ δεῖ τεχνικὸν εἶναι τὸν μανθάνοντα, ταῦτ’ ἐστίν· ὀδοντάγρῃσι γὰρ καὶ σταφυλάγρῃσι χρῆσθαι τὸν τυχόντα ἐστίν· ἁπλῆ γὰρ ἡ χρῆσις αὐτῶν εἶναι δοκεῖ. 10. Περὶ δὲ φυμάτων καὶ ἑλκέων, ὁκόσα μειζόνων ἐστὶ νοσημάτων, τὰ μὲν φύματα τεχνικώτατον ὑπειληφέναι δεῖ δύνασθαι διαλύειν, καὶ τὰς συστάσεις αὐτῶν κωλύειν· ἐχόμενον δὲ τουτέων, στέλλειν εἰς τὸν ἐπιφανῆ τόπον ὡς εἰς βραχύτατον, καὶ τὴν σύστασιν ὁμαλῶς διὰ παντὸς ποιεῖσθαι τοῦ φύματος· ἀνωμάλως γὰρ ἔχοντος αὐτοῦ, ῥαγῆναί τε καὶ δυσθεράπευτον τὸ ἕλκος κίνδυνός ἐστι γενέσθαι· ἐξομαλίζειν τε χρὴ πέσσοντα πανομοίως, καὶ μήτε διαιρεῖν πρότερον μήτε αὐτόματον ἐῇν ῥαγῆναι· τὰ δὲ ἐκπέψαι δυνάμενα ὁμαλῶς ἐν ἑτέροις εἴρηται.