4. Αὗται δὲ αἱ φλέβες ἐφ’ ἑκάτερα διχῇ τὰ μέγιστα σχίζονται, τὰ μὲν ἔνθεν τοῦ νεφροῦ ἑκατέρου, τὰ δὲ ἔνθεν, καὶ διατέτρηνται ἐς τοὺς νεφρούς. Καὶ εἶδος καρδίης οἱ νεφροὶ ἔχουσι· καὶ οὗτοι κοιλιώδεες· ὁ δὲ νεφρὸς τὰ κοῖλα ἑωυτοῦ πρὸς τὰς φλέβας ἔχων κεῖται τὰς μεγάλας· ὅθεν ἐκπεφύκασιν ἐξ αὐτέου αἱ φλέβες αἱ ἐς κύστιν, ᾗ εἵλκετο τὸ ποτὸν διὰ τῶν φλεβῶν ἐς τοὺς νεφρούς· ἔπειθ’ ὥσπερ καὶ διὰ τῶν νεφρῶν διηθεῖται τὸ ὕδωρ καὶ δι’ αὐτέων τουτέων τῶν ἐντέρων, ὧν ξυνεπακολουθεῖ, Σπογγοειδὲς γάρ ἐστι τὸ ἀπ’ αὐτέων ἐς τὴν κύστιν, καὶ ἐνταῦθα διηθούμενον καὶ ἀποκρινόμενον ἀπὸ τοῦ αἵματος τὸ οὖρον, διὸ δὴ ἐρυθρόν ἐστιν· οὐδὲ γὰρ ἐς τοὺς νεφροὺς ἦσαν ἄλλαι φλέβες ἢ αἳ εἴρηνται, οὐδ’ ὅποι ἂν τὸ ποτὸν ξυντήκοιτο, ὅσον ἐγὼ οἶδα. 5. Αἱ περὶ τὰς πλευρὰς κατατείνουσαι κάτωθέν εἰσιν ἑκάστης τῶν πλευρέων, οὐ πρὸς κεφαλῆς, κατωτέρω δὲ καὶ ἀπὸ ἀρτηρίης. Ἀρτηρίη μὲν οὖν εἶθ’ ὑποῤῥεύσασα διαδιδοῖ τῇσι πλευρῇσι· ἀπὸ δὲ τῆς παχείης ἀπὸ καρδίης παλινδρομέει μία ἐς τὰ ἀριστερὰ ἐγκεκλιμένη, Ἔπειτα ἡ μὲν διὰ μέσων σπονδύλων μέχρις ἄκρων πλευρέων πορεύεται, πλευρῇσιν οὐκ ἐξ ἴσου διαδιδοῦσα τῇσι δεξιῇσι [καὶ] τῇσιν ἀριστερῇσι διασχίδας· ἄλλη ἴσας μὲν, ἀνωτέρωθεν δὲ ἐν τοῖσι δεξιοῖσιν ἀποσχίζεται. 6. Παρὰ δὲ κληβδος ἑκατέρης τῶν φλεβῶν δύο μὲν ἄνω, δύο δὲ ὑπὸ τὸ στῆθος, αἱ μὲν ἐς δεξιὰ, αἱ δὲ ἐς ἀριστερὰ ἀπεσχίσθησαν ἀποσχίδες, πρὸς αὐχένος μὲν μᾶλλον αὗται· δύο δὲ πρὸς καρδίην μᾶλλον, αἱ μὲν ἐπὶ δεξιὰ, αἱ δὲ ἐπ’ ἀριστερά· ἀφ’ ἑκατέρης παρὰ τὰς πλευράς· καὶ ἀπ’ αὐτέων ὥσπερ αἱ κάτω ἐσχίζοντο, μέχρις ὅτου ξυνέμιξαν τῇ κάτω παλινδρομησάσῃ ἀπὸ καρδίης. 7. Ἡ δὲ αἱμόῤῥους ἀπὸ τῆς ἀρτηρίης ταύτης διὰ τοῦτο ἐσχίσθη, ὅτι μετέωρος ἐνταῦθά ἐστι διὰ καρδίης πορευομένη. Τὰ δὲ κάτω πλευρέων, ἡ αἱμόῤῥους ἡ παχείη καλεομένη φλὲψ τοῖσι σφονδύλοισιν αὖθις ἐφ’ ἑωυτῆς διαδιδοϊ, καὶ ἐνταῦθα προσέχεται, καὶ οὐκ ἔτι κρέμαται ὥσπερ ἄνω δι’ ἥπατος ἰοῦσα. Ἔστι δὲ κατὰ μὲν ὀσφὺν ἄνω ἡ ἀρτηρίη, ὑποκάτω δὲ ἡ αἱμόῤῥους ἡ ἀπὸ τοῦ ἥπατος διὰ φρενῶν ἐλθοῦσα μετέωρος, παρὰ τὰ ἐπὶ δεξιὰ τῆς καρδίης φέρεται ἄχρι κληΐδων, ἁπλῆ, πλὴν ὅσον αὐτῇ τῇ καρδίῃ κοινωνέει. Τὰ μὲν κατ’ αὐτὴν σχιζόμενα ἐπιπολαιότερα, τὰ δὲ τὴν κοιλίην τῆς καρδίης διέχοντα, ἔπειτα ἀπὸ τῆς καρδίης τὸ ἐπ’ ἀριστερὰ κάθηται ἁπλῆ πρὸς ῥάχιν, ἣ παλινδρομέει ἐς μὲν τὸ ἄνω τοῦ σώματος ἄχρι τῶν ἀνωτάτω πλευρέων· καὶ ἀποσχίδας ἀφ’ ἑαυτῆς ἔχει παρ’ ἑκάστην πλευρὴν παρατεταμένας κατὰ φύσιν ἄχρι στήθεος συνοκωχῆς καὶ ἐπ’ ἀριστερὰ καὶ ἐπὶ δεξιά· καὶ τὸ ἰθὺ αὐτέης πρὸς σφονδύλων μᾶλλόν ἐστιν ἢ ὁ τῆς ἀρτηρίης τόνος καὶ ὁ τῆς ἀπὸ τοῦ ἥπατος φλεβός. Πρὸς δὲ τὸ κάτω μέρος τῆς καρδίης ὁ μὲν ἰθὺς τόνος ἀπ’ αὐτέης πρὸς σφονδύλων μᾶλλόν ἐστιν ἢ ὁ τῆς ἀρτηρίης, ὁ δεύτερος ὁ παρὰ καρδίην, καὶ ἐς τὰ κάτω μέρη φρενῶν ἐτράπετο, τὰ πρὸς ῥάχιος ἠρτημένα· ἐντεῦθεν δὲ ἀπόσχιδες ἐς ἰθὺ ἕκασται ἐπιφέρονται, δι’ ὀστέων καὶ σαρκῶν περαιωθεῖσαι ἀλλήλαις.