4. Αὗται δὲ αἱ φλέβες ἐφ’ ἑκάτερα διχῇ τὰ μέγιστα σχίζονται, τὰ μὲν ἔνθεν τοῦ νεφροῦ ἑκατέρου, τὰ δὲ ἔνθεν, καὶ διατέτρηνται ἐς τοὺς νεφρούς. Καὶ εἶδος καρδίης οἱ νεφροὶ ἔχουσι· καὶ οὗτοι κοιλιώδεες· ὁ δὲ νεφρὸς τὰ κοῖλα ἑωυτοῦ πρὸς τὰς φλέβας ἔχων κεῖται τὰς μεγάλας· ὅθεν ἐκπεφύκασιν ἐξ αὐτέου αἱ φλέβες αἱ ἐς κύστιν, ᾗ εἵλκετο τὸ ποτὸν διὰ τῶν φλεβῶν ἐς τοὺς νεφρούς· ἔπειθ’ ὥσπερ καὶ διὰ τῶν νεφρῶν διηθεῖται τὸ ὕδωρ καὶ δι’ αὐτέων τουτέων τῶν ἐντέρων, ὧν ξυνεπακολουθεῖ, Σπογγοειδὲς γάρ ἐστι τὸ ἀπ’ αὐτέων ἐς τὴν κύστιν, καὶ ἐνταῦθα διηθούμενον καὶ ἀποκρινόμενον ἀπὸ τοῦ αἵματος τὸ οὖρον, διὸ δὴ ἐρυθρόν ἐστιν· οὐδὲ γὰρ ἐς τοὺς νεφροὺς ἦσαν ἄλλαι φλέβες ἢ αἳ εἴρηνται, οὐδ’ ὅποι ἂν τὸ ποτὸν ξυντήκοιτο, ὅσον ἐγὼ οἶδα. 5. Αἱ περὶ τὰς πλευρὰς κατατείνουσαι κάτωθέν εἰσιν ἑκάστης τῶν πλευρέων, οὐ πρὸς κεφαλῆς, κατωτέρω δὲ καὶ ἀπὸ ἀρτηρίης. Ἀρτηρίη μὲν οὖν εἶθ’ ὑποῤῥεύσασα διαδιδοῖ τῇσι πλευρῇσι· ἀπὸ δὲ τῆς παχείης ἀπὸ καρδίης παλινδρομέει μία ἐς τὰ ἀριστερὰ ἐγκεκλιμένη, Ἔπειτα ἡ μὲν διὰ μέσων σπονδύλων μέχρις ἄκρων πλευρέων πορεύεται, πλευρῇσιν οὐκ ἐξ ἴσου διαδιδοῦσα τῇσι δεξιῇσι [καὶ] τῇσιν ἀριστερῇσι διασχίδας· ἄλλη ἴσας μὲν, ἀνωτέρωθεν δὲ ἐν τοῖσι δεξιοῖσιν ἀποσχίζεται. 6. Παρὰ δὲ κληβδος ἑκατέρης τῶν φλεβῶν δύο μὲν ἄνω, δύο δὲ ὑπὸ τὸ στῆθος, αἱ μὲν ἐς δεξιὰ, αἱ δὲ ἐς ἀριστερὰ ἀπεσχίσθησαν ἀποσχίδες, πρὸς αὐχένος μὲν μᾶλλον αὗται· δύο δὲ πρὸς καρδίην μᾶλλον, αἱ μὲν ἐπὶ δεξιὰ, αἱ δὲ ἐπ’ ἀριστερά· ἀφ’ ἑκατέρης παρὰ τὰς πλευράς· καὶ ἀπ’ αὐτέων ὥσπερ αἱ κάτω ἐσχίζοντο, μέχρις ὅτου ξυνέμιξαν τῇ κάτω παλινδρομησάσῃ ἀπὸ καρδίης.