17. Αὐτὴ δὲ ὑποδεδράμηκε κάτωθεν τοῦ ποδὸς ὑπὸ τὸν ταρσόν. Καὶ ἐνταῦθα διαπλέξασα καὶ ἐς τὸν μέγαν δάκτυλον ἐνερείσασα διπλῆν ἔναιμον φλέβα, ἄνωθεν ὑπὸ τὸ δέρμα ἐκ τοῦ ταρσοῦ ἀνακέκαμπται, καὶ πέφανται παχυνθεῖσα παρὰ τὸ ἐκτὸς τοῦ σφυροῦ, καὶ νέμεται ἄνω παρὰ τοῦ ἀντικνημίου τὴν ἀντιβεβλημένην κερκίδα· παρὰ δὲ τὴν γαστροκνημίην οἷον σφενδόνην πεποίηται· τὸ δ’ ἐντεῦθεν τέταται παρὰ τοῦ γούνατος τὸ ἐντός· ἐπιβέβληκε δὲ καὶ τῇ ἐπιγουνατίδι φλέβας, καὶ κατὰ τὸ ἐντὸς τῆς ἐπιγουνατίδος ἐπίκοιλον ἐμπέπλεχε φλέβα· ἥν τις εἰ πονήσῃ, τάχιστα ξυνάγει χολώδεα ἰχῶρα. Διώρμηκε δὲ αὐτὴ κατὰ τὸ ἐντὸς καὶ κοῖλον τοῦ γούνατος· ἀποκεκάρπωκε δὲ καὶ εἰς τὰς ἰγνύας πολυπλόκους φλέβας, αἳ ἐντεῦθεν παρατείνουσαι κατὰ τὰ ὑποκάτω νεῦρα τοῦ μηροῦ κατεῤῥίζωνται ἐς τοὺς ὄρχιας καὶ ἐς τὸν ἀρχὸν, καὶ περὶ τὸ ἱερὸν δὲ ὀστέον λελεπτυσμέναι ἡνωμέναι περιτέτανται.