16. Ἐκείνη δὲ ἀφ’ ἑωυτῆς διέβλαστε, διά τε τοῦ μεταφρένου καὶ τῆς σφαγῆς παρὰ τὴν ἄκανθαν νεμομένη, πολλοῖσι φλεβίοισι τὰς πλευρὰς διαπέπλοχε· καὶ τοὺς σφονδύλους διὰ τῶν σαρκῶν ἐπηλλαγμένως ξυμπεπύκνωκεν, ὥστε τρόφιμός τε καὶ ἔναιμος εἶναι. Αὐτὴ δὲ παρὰ τὸν γλουτὸν ἴεται, διὰ τοῦ μυὸς; ὑπὸ τῷ μηρῷ ὑποβρυχίη· πρὸς δὲ τοῦ γλουτοῦ τῇ κοτυλίδι τοῦ μηροῦ παρὰ τὴν κεφαλὴν ἐστετρύπηκε φλεβὶ, ἥπερ ἀναπνοὴν τῷ μηρῷ παρέχει· καὶ περᾷ τὸν μηρὸν παρὰ τὴν πρὸς τὸ γόνυ καμπήν· ἑτέρην δὲ παρὰ τὸν βουβῶνα καθῆκε πυκινόῤῥιζον καὶ δυστράπελον. Ἡ δὲ διὰ τοῦ μυὸς τείνουσα περί τε τὸ γόνυ ἐσπείρωται, καὶ διὰ τοῦ ὀστέου τοῦ κνημιαίου ἄκρου σεσυρίγγωκε φλέβα, ἣ τρέφει τὸν μυελὸν, καὶ ἐξοχετεύεται διὰ τοῦ νερτάτου τοῦ κνημιαίου, παρὰ τὴν ἔνδεσιν τοῦ ποδός. Αὐτὴ δὲ διὰ τῆς ἐπιγουνίδος ἐς τὸ ἐντὸς διὰ τῆς κνήμης τοῦ μυὸς βρυχίη τέταται, καὶ ἐμπέπλοχε διὰ τοῦ σφυροῦ ἐντὸς παχέη καὶ ἔναιμος, καὶ ἐνταῦθα περὶ τὸ σφυρὸν καὶ τὸν τένοντα δυσκρίτους φλέβας μεμήρυκεν.