13. Ἡ δ’ ἀρχαίη φλὲψ, ἡ νεμομένη παρὰ τὴν ἄκανθαν, διὰ δὲ τοῦ μεταφρένου, τῆς σφαγῆς καὶ τοῦ βρόγχου, ἐμπέφυκεν ἐς τὴν καρδίην ἀφ’ ἑωυτῆς φλέβα εὐμεγέθεα πολύστομον κατὰ τὴν καρδίην· ἐντεῦθεν δὲ ἐς τὸ στόμα ἐσυρίγγωκεν, ἥπερ ἀρτηρίη διὰ τοῦ πλεύμονος ὀνομάζεται, ὀλίγαιμός τε καὶ πνευματώδης. Ἐν γὰρ εὐρυχωρίῃ καὶ ἀραιώσει σπλάγχνου πολλαχῇ μὲν τοῦ πλεύμονος ὀχετεύεται, χονδρώδεις δὲ τοὺς ἄλλους πεποίηται. Διὸ δὴ καί τι ἐς ταύτας κατηνέχθη τὰς διόδους τοῦ πλεύμονος τῶν ἀήθων, ἢ ἐν τῷ ποτῷ ἢ ἐν τῇ τοῦ πνεύματός τε καὶ αἵματος διόδῳ, ἅτε τῶν φλεβῶν τοιουτέων ἐουσέων, καὶ τοῦ σπλάγχνου σπογγοειδέος πολύ τε ὑγρὸν δυναμένου δέξασθαι ἄνω τε πεφυκότος· τῶν γὰρ ἐσιόντων ὑγρῶν νόμος καθέστηκεν. Ἔτι τε τὸ αἷμα διὰ τῶν φλεβῶν τούτων οὐ πολὺ περισφίγγεται· καὶ οὐ ταχέως χωρέον οὐκ ἐξάγει τὰ ἐμπίπτοντα· οὐχ ὑπεξαγομένων δὲ αὐτῶν, ἀλλ’ ἐμμενόντων, γίνεται πῶρος. Οὕτως δὲ ἀπολλύεται τὸ πλησιάζον τῆς τροφῆς, ταύτῃ ἐούσης τῆς προσαγωγῆς τοῦ λάρυγγος καὶ πρὸς τὰ ἔξω. Ἐγκαταλαμβανομένων δὲ τῶν διόδων ὑπὸ τοῦ πώρου, ταχύπνοιά τε καὶ δύσπνοια ἴσχει, τῇδε μὴ δυναμένων τὴν φύσην ἐξιέναι, τῇδε οὐκ εὐπόρως· ἐχόντων κατασπᾷν. Ἐκ δὴ τοιουτέων αἱ τοιαῦται νοῦσοι γίνονται, οἷον ἄσθματα καὶ ξηραὶ φθινάδες. Ἢν δὲ ἐν αὐτοῖσι ξυνιστάμενον πλέον τὸ ὑγρὸν κρατήσῃ, ὥστε μὴ δύνασθαι παχυνθὲν παγῆναι, καὶ σαπρὸν τὸν πλεύμονα ποιέει καὶ τὰ πλησιάζοντα, καὶ γίνονται ἔμπυοί τε καὶ φθινώδεες· γίνεται δὲ τὰ νουσήματα ταῦτα καὶ δι’ ἄλλας αἰτίας.