12. Περὶ μὲν γὰρ τὴν κεφαλὴν κατὰ τὸ μέσον ἐκ πλαγίου περίκειται ἡ φλὲψ, αὐτὴ πλατεῖα καὶ λεπτὴ, οὐ πολύαιμος· τῷ γὰρ ἐγκεφάλῳ κατὰ τὰς ἁρμονίας ἐνεῤῥίζωκε πολλὰ καὶ λεπτὰ φλέβια, καὶ περὶ τὴν ὅλην κεφαλὴν ἐκτετάρσωται μέχρι τοῦ μετώπου καὶ τῶν κροτάφων. Αὐτὴ δὲ ἀπιθύνεται ἐς τοὔπισθεν τῆς κεφαλῆς ἐκτὸς παρὰ τῆς ἀκάνθης τὸ δέρμα· ἐντεῦθεν δὲ καθίεται παρὰ τὴν ἔξωθεν καὶ τὴν εἴσωθεν φλέβα τῶν ἐν τῇσι σφαγῇσι. Πέρην δὲ τῆς ἀκοῆς ὑποσχισθεῖσα ἀπὸ τῆς γένυος ἔξωθεν τείνει παχείη· ἀπὸ δὲ ταύτης ἐς τὴν γλῶσσαν πολλαὶ καὶ λεπταί· πλὴν ἢ ὑπὸ τὴν γλῶσσαν ἢ ὑπὸ τοὺς γομφίους. Αὐτὴ δὲ παχείη διὰ τῆς κληβδος καθήκει ὑπὸ τὴν ὠμοπλάτην· καὶ ταύτῃ ἀπ’ αὐτῆς βεβλάστηκε φλὲψ διὰ τοῦ νεύρου τοῦ ὑπὸ τὴν ἐπωμίδα ἡ ἐπωμιδίη ὀνομαζομένη. Αὐτὴ δὲ αἱμόῤῥους καὶ αἱματώδης καὶ δυσίητος, ἢν ῥαγῇ ἢ σπασθῇ· τῇ μὲν γὰρ αὐτὴν νεῦρον περιέχει πλατὺ, τῇ δὲ χόνδρος· τὸ δὲ μεταξὺ αὐτῶν αὐτή τε ξυνέχει καὶ ὑμὴν ἀφρώδης· ἀσάρκου οὖν ἐόντος τοῦ τόπου, ῥηϊδίως ῥήγνυται, οὐκ ἔχουσα περιφύεσθαι σάρκας· ἤν τε ὑποδράμῃ τὸ αἷμα ἐς τοῦτο τὸ μέρος, ἐπιτυχὸν εὐρυχωρίης, οὐκ ἔχει ἀπαλλαγὴν, ἀλλὰ σκληροῦται· σκληρυνθὲν δὲ νοῦσον παρέχει. Καὶ αὐτὴ μὲν περαίνει ᾗ πρότερον εἶπον. Ἡ δὲ ὑπὸ τὴν ὠμοπλάτην ἀποβεβλάστηκεν ὑπὸ τοϊσι μαζοῖσι πυκνῇσι καὶ λεπτῇσι καὶ ἐπηλλαγμένῃσι φλεψί· καὶ διὰ τῆς ἐπωμίδος παραλλάσσουσα τὸν χόνδρον, αὐτὴ νέρθεν ὑπονεμομένη ἐς τὸν βραχίονα τείνει, τὸν μῦν ἐν ἀριστερᾷ ἔχουσα. Ἡ δὲ ἑξῆς σχίζεται αὐτὴ περὶ τὸν ὦμον καὶ τοῦ ἀγκῶνος τὴν ἄνω μοῖραν· τὸ δ’ ἐντεῦθεν διαπέφυκε τοῦ ἀγκῶνος ἑκατέρωθεν· ἔπειτα αὖθις παρὰ τὸν καρπὸν τῆς χειρός· ἐντεῦθεν δὲ ἤδη ἀποῤῥέουσα δι’ ὅλου ἀνὰ τὴν χεῖρα πολυπλανῶς ἐῤῥίζωται.