10. Ἡ δὲ ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι’ ἥπατος καὶ διὰ φρενῶν ἐς καρδίην. Καὶ ᾔει μὲν εὐθεῖα ἐς κληβδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δ’ ἐπ’ ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν. Ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι αὐτὴ χωρίον. Ἄλλη δὲ ἑκατέρωθεν ἀποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ’ ἂν τῇ ἐπ’ αὐτέης τῆς καρδίης προστύχῃ ἐπικαμπτομένη ἐς τὰ ἀριστερά· ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σφονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίποις ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη. Πρότερον δὲ πρὶν ἐνταῦθ’ ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δ’ ἔνθα τῶν σφονδύλων ἐλθοῦσα κατηναλώθη· ἡ δὲ εὐθεῖα ἀπὸ καρδίης πρὸς κληβδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίης ἐστὶν, ὥσπερ καὶ παρ’ ὀσφὺν κάτωθεν τῆς ἀρτηρίης, καὶ ἀπὸ ταύτης ἀΐσσει ἐς τὸ ἧπαρ ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν. Φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥᾴδιον χωρίσαι. Δισσαὶ δ’ ἀπὸ κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα. Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι. Ἀρτηρίαι δὲ ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν, ἀρτηρίης τρόπον ἔχουσαι. Ταύτῃ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. Ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι, πολυσχιδεῖς δὲ διὰ τῶν φρενῶν εἰσιν ἀμφὶ ταύτας, καὶ πεφύκασιν ἄνωθεν δὲ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες. Δύο δὲ παχεῖς τόνοι ἀπ’ ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σφονδύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος εἰς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί· ἔπειτα ᾗ σφόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθ’ ἐτελεύτων· καί τινες ἐνδοιαστοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν. Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληβδα σφονδύλων παρὰ ῥάχιν παρέτεινεν, ἐκ πλαγίου σφονδύλου, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν· ὥσπερ αἱ φλέβες, οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ’ ὅθεν φρένες ἐξεπεφύκεσαν ἀπὸ τούτου ξυνεχέες ἐόντες, κατὰ μέσον κάτωθεν ἀρτηρίης· τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον. 11. Τὰ ὀστέα τῷ σώματι στάσιν καὶ ὀρθότητα καὶ εἶδος παρέχονται· τὰ δὲ νεῦρα κάμψιν καὶ ξύντασιν καὶ ἔκτασιν· αἱ δὲ σάρκες καὶ τὸ δέρμα πάντων ξύνδεσιν καὶ ξύνταξιν. Αἱ φλέβες διὰ τοῦ σώματος κεχυμέναι πνεῦμα καὶ ῥεῦμα καὶ κίνησιν παρέχονται, ἀπὸ μιῆς πολλαὶ διαβλαστάνουσαι, καὶ αὕτη μὲν ἡ μία ὕθεν ἦρκται καὶ ᾗ τετελεύτηκεν οὐκ οἶδα· κύκλου γὰρ γεγενημένου ἀρχὴ οὐχ εὑρέθη. Τὰς δ’ ἀποφυάδας αὐτῆς, ὅθεν ἤρτηνται καὶ ᾗ παύονται τοῦ σώματος, καὶ ὡς ἡ μίη ταύτῃσιν ὁμολογέει, καὶ ἐν ὁποίοις τόποις τέτανται τοῦ σώματος, ἐγὼ δηλώσω. 12. Περὶ μὲν γὰρ τὴν κεφαλὴν κατὰ τὸ μέσον ἐκ πλαγίου περίκειται ἡ φλὲψ, αὐτὴ πλατεῖα καὶ λεπτὴ, οὐ πολύαιμος· τῷ γὰρ ἐγκεφάλῳ κατὰ τὰς ἁρμονίας ἐνεῤῥίζωκε πολλὰ καὶ λεπτὰ φλέβια, καὶ περὶ τὴν ὅλην κεφαλὴν ἐκτετάρσωται μέχρι τοῦ μετώπου καὶ τῶν κροτάφων. Αὐτὴ δὲ ἀπιθύνεται ἐς τοὔπισθεν τῆς κεφαλῆς ἐκτὸς παρὰ τῆς ἀκάνθης τὸ δέρμα· ἐντεῦθεν δὲ καθίεται παρὰ τὴν ἔξωθεν καὶ τὴν εἴσωθεν φλέβα τῶν ἐν τῇσι σφαγῇσι. Πέρην δὲ τῆς ἀκοῆς ὑποσχισθεῖσα ἀπὸ τῆς γένυος ἔξωθεν τείνει παχείη· ἀπὸ δὲ ταύτης ἐς τὴν γλῶσσαν πολλαὶ καὶ λεπταί· πλὴν ἢ ὑπὸ τὴν γλῶσσαν ἢ ὑπὸ τοὺς γομφίους. Αὐτὴ δὲ παχείη διὰ τῆς κληβδος καθήκει ὑπὸ τὴν ὠμοπλάτην· καὶ ταύτῃ ἀπ’ αὐτῆς βεβλάστηκε φλὲψ διὰ τοῦ νεύρου τοῦ ὑπὸ τὴν ἐπωμίδα ἡ ἐπωμιδίη ὀνομαζομένη. Αὐτὴ δὲ αἱμόῤῥους καὶ αἱματώδης καὶ δυσίητος, ἢν ῥαγῇ ἢ σπασθῇ· τῇ μὲν γὰρ αὐτὴν νεῦρον περιέχει πλατὺ, τῇ δὲ χόνδρος· τὸ δὲ μεταξὺ αὐτῶν αὐτή τε ξυνέχει καὶ ὑμὴν ἀφρώδης· ἀσάρκου οὖν ἐόντος τοῦ τόπου, ῥηϊδίως ῥήγνυται, οὐκ ἔχουσα περιφύεσθαι σάρκας· ἤν τε ὑποδράμῃ τὸ αἷμα ἐς τοῦτο τὸ μέρος, ἐπιτυχὸν εὐρυχωρίης, οὐκ ἔχει ἀπαλλαγὴν, ἀλλὰ σκληροῦται· σκληρυνθὲν δὲ νοῦσον παρέχει. Καὶ αὐτὴ μὲν περαίνει ᾗ πρότερον εἶπον. Ἡ δὲ ὑπὸ τὴν ὠμοπλάτην ἀποβεβλάστηκεν ὑπὸ τοϊσι μαζοῖσι πυκνῇσι καὶ λεπτῇσι καὶ ἐπηλλαγμένῃσι φλεψί· καὶ διὰ τῆς ἐπωμίδος παραλλάσσουσα τὸν χόνδρον, αὐτὴ νέρθεν ὑπονεμομένη ἐς τὸν βραχίονα τείνει, τὸν μῦν ἐν ἀριστερᾷ ἔχουσα. Ἡ δὲ ἑξῆς σχίζεται αὐτὴ περὶ τὸν ὦμον καὶ τοῦ ἀγκῶνος τὴν ἄνω μοῖραν· τὸ δ’ ἐντεῦθεν διαπέφυκε τοῦ ἀγκῶνος ἑκατέρωθεν· ἔπειτα αὖθις παρὰ τὸν καρπὸν τῆς χειρός· ἐντεῦθεν δὲ ἤδη ἀποῤῥέουσα δι’ ὅλου ἀνὰ τὴν χεῖρα πολυπλανῶς ἐῤῥίζωται.